Page images
PDF
EPUB

ὑμῖν δίδωσι τοῦ πράττειν ἢ ἄγειν ἡσυχίαν, ἀλλ ̓ ἀπειλεῖ καὶ λόγους ὑπερηφάνους, ὥς φασι, λέγει, καὶ οὐχ οἷός ἐστιν ἔχων ἃ κατέστραπται μένειν ἐπὶ τούτων, ἀλλ ̓ ἀεί τι προσπεριβάλλεται καὶ 43 κύκλῳ πανταχῇ μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται. πότ ̓ οὖν ὦ ἄνδρες Αθηναῖοι, το πόθ ̓ ἃ χρὴ πράξετε; ἐπειδὰν τί γένηται ; ἐπειδὰν νὴ Δι' ἀνάγκη τις ᾖ. νῦν δὲ τί χρὴ τὰ γιγνόμεν ἡγεῖσθαι; ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. ἢ βούλεσθ', εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι λέγεταί τι καινόν ; γένοιτο γὰρ ἄν τι καινότερον, ἢ Μακεδὼν ἀνὴρ Αθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; τέθνηκε Φίλιππος; οὐ μὰ Δί', ἀλλ ̓ ἀσθενεῖ. τί τ δ ̓ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν· οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται, ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν. καίτοι 12 καὶ τοῦτο· εἴ τι πάθοι καὶ τὰ τῆς τύχης ἡμῖν, ἥπερ ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελού μεθα, καὶ τοῦτ ̓ ἐξεργάσαιτο, ἴσθ ̓ ὅτι πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασιν τεταραγμέ νοις ἐπιστάντες, ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετ ̓ οὐδὲ διδόντων τῶν καιρῶν Αμφίπολιν δέξασθαι δύναισθ ̓ ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.

II

Ως μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέ- 13 λοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων

ὑμῶν καὶ πεπεισμένων, παύομαι λέγων· τὸν δὲ τρόπον τῆς παρασκευῆς, ἣν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ἡμᾶς οἴομαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕστινας χρημάτων, καὶ τἀλλ ̓ ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκεῖ παρασκευασθῆναι, καὶ δὴ πειράσομαι λέγειν, δεηθεὶς 14 ὑμῶν ὦ ἄνδρες Αθηναῖοι τοσοῦτον. ἐπειδὰν ἅπαντ ̓ ἀκούσητε, κρίνατε, μὴ πρότερον προλαμβάνετε μηδ' ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρεσκευὴν 44 λέγειν, ἀναβάλλειν με τὰ πράγμαθ ̓ ἡγείσθω. οὐ γὰρ οἱ “ταχὺ” καὶ “ τήμερον” εἰπόντες μάλιστ ̓ εἰς δέον λέγουσιν· οὐ γὰρ ἂν τά γ ̓ ἤδη γεγενημένα 15 τῇ νυνὶ βοηθείᾳ κωλῦσαι δυνηθεῖμεν· ἀλλ ̓ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ καὶ πόση καὶ πόθεν διαμεῖναι δυνήσεται, ἕως ἂν ἢ διαλυσώμεθα πεισθέντες τὸν πόλεμον, ἢ περιγενώμεθα τῶν ἐχθρῶν· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς. οἶμαι τοίνυν ἐγὼ ταῦτα λέγειν ἔχειν, μὴ κωλύων εἴ τις ἄλλος ἐπαγγέλλεταί τι. ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμ ̓ ἤδη τὸν ἔλεγχον δώσει, κριταὶ δ ̓ ὑμεῖς ἔσεσθε.

16

Πρῶτον μὲν τοίνυν ὦ ἄνδρες Αθηναίοι τριήρεις πεντήκοντα παρασκευάσασθαί φημι δεῖν, εἶτ ̓ αὐτοὺς οὕτω τὰς γνώμας ἔχειν ὡς, ἐάν τι δέῃ, πλευστέον εἰς ταύτας αὐτοῖς ἐμβᾶσιν. πρὸς δὲ τούτοις τοῖς ἡμίσεσιν τῶν ἱππέων ἱππαγωγοὺς τριήρεις καὶ πλοῖα ἱκανὰ εὐτρεπίσαι κελεύω. 1η ταῦτα μὲν οἶμαι δεῖν ὑπάρχειν ἐπὶ τὰς ἐξαίφνης ταύτας ἀπὸ τῆς οἰκείας χώρας αὐτοῦ στρατείας εἰς Πύλας και Χερρόνησον καὶ Ολυνθον καὶ ὅποι

αν

βούλεται· δεῖ γὰρ ἐκείνῳ τοῦτ ̓ ἐν τῇ γνώμῃ παραστῆσαι, ὡς ὑμεῖς ἐκ τῆς ἀμελείας ταύτης τῆς ἄγαν, ὥσπερ εἰς Εὔβοιαν καὶ πρότερόν ποτέ φασιν εἰς ̔Αλίαρτον καὶ τὰ τελευταῖα πρῴην εἰς 45 Πύλας, ἴσως ἂν ὁρμήσαιτε. οὔτοι παντελῶς, οὐδ ̓ 18 εἰ μὴ ποιήσαιτ ̓ ἂν τοῦθ ̓, ὡς ἔγωγέ φημι δεῖν, εὐκαταφρόνητόν ἐστιν· ἵν ̓ ἢ διὰ τὸν φόβον, εἰδὼς εὐτρεπεῖς ὑμᾶς (εἴσεται γὰρ ἀκριβῶς εἰσὶν γάρ, εἰσὶν οἱ πάντ ̓ ἐξαγγέλλοντες ἐκείνῳ παρ ̓ ἡμῶν αὐτῶν πλείους τοῦ δέοντος) ἡσυχίαν ἔχῃ, ἡ παριδὼν ταῦτ ̓ ἀφύλακτος ληφθῇ, μηδενὸς ὄντος ἐμποδὼν πλεῖν ἐπὶ τὴν ἐκείνου χώραν ὑμῖν, ἂν ἐνδῷ καιρόν. ταῦτα μέν ἐστιν ἃ πᾶσιν δεδόχθαι φημὶ δεῖν καὶ παρεσκευάσθαι προσήκειν οἴομαι πρὸ δὲ τούτων δύναμίν τιν ̓ ὦ ἄνδρες Αθηναῖοι το φημὶ προχειρίσασθαι δεῖν ἡμᾶς, ἡ συνεχῶς που λεμήσει καὶ κακῶς ἐκεῖνον ποιήσει. μή μοι μυρίους μηδὲ δισμυρίους ξένους, μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις, ἀλλ ̓ ἢ τῆς πόλεως ἔσται, κἂν ὑμεῖς ἕνα κἂν πλείους κἂν τὸν δεῖνα κἂν ὁντινοῦν χειροτονήσητε στρατηγόν, τούτῳ πείσεται καὶ ἀκολουθήσει. καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω. ἔσται δ' αὕτη τίς ἡ δύναμις ; καὶ πόση; καὶ πόθεν το τὴν τροφὴν ἕξει; καὶ πῶς ταῦτ ̓ ἐθελήσει ποιεῖν; ἐγὼ φράσω, καθ ̓ ἕκαστον τούτων διεξιών χωρίς. ξένους μὲν λέγω—καὶ ὅπως μὴ ποιήσεθ ̓ ὃ πολλάκις ὑμᾶς ἔβλαψεν πάντ ̓ ἐλάττω νομίζοντες εἶναι τοῦ δέοντος καὶ τὰ μέγιστ ̓ ἐν τοῖς ψηφίσ μασιν αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαν

21 τες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται. λέγω δὴ τοὺς πάντας στρατιώτας δισχιλίους, τούτων δ' Αθηναίους φημὶ δεῖν εἶναι πεντακοσίους, ἐξ ἧς ἂν τινος ὑμῖν ἡλικίας καλῶς ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν τοῦτον, ἀλλ ̓ ὅσον ἂν δοκῇ καλῶς ἔχειν, ἐκ διαδοχῆς ἀλλήλοις· τοὺς δ ̓ ἄλλους ξένους εἶναι κελεύω. καὶ 46 μετὰ τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντ' Αθηναίους τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον στρατευομένους· καὶ ἱππα22 γωγοὺς τούτοις. εἶεν· τί πρὸς τούτοις ἔτι; ταχείας

τριήρεις δέκα δεῖ γάρ, ἔχοντος ἐκείνου ναυτικόν, καὶ ταχειῶν τριήρων ἡμῖν, ὅπως ἀσφαλῶς ἡ δύναμις πλέῃ. πόθεν δὴ τούτοις ἡ τροφὴ γενήσεται; ἐγω καὶ τοῦτο φράσω καὶ δείξω, ἐπειδάν, διότι τηλικαύτην ἀποχρῆν οἶμαι τὴν δύναμιν καὶ πολίτας τοὺς στρατευομένους εἶναι κελεύω, διδάξω. 23 Τοσαύτην μὲν ὦ ἄνδρες Αθηναῖοι διὰ ταῦτα, ὅτι οὐκ ἔνι νῦν ἡμῖν πορίσασθαι δύναμιν τὴν ἐκείνῳ παραταξομένην, ἀλλὰ λῃστεύειν ἀνάγκη καὶ τούτῳ τῷ τρόπῳ τοῦ πολέμου χρῆσθαι τὴν πρώτην· οὐ τοίνυν ὑπέρογκον αὐτήν, οὐ γὰρ ἔστι μισθὸς οὐδὲ τροφή, οὐδὲ παντελῶς ταπεινὴν εἶναι δεῖ. πολίτας δὲ παρεῖναι καὶ συμπλεῖν διὰ ταῦτα κελεύω, ὅτι καὶ πρότερόν ποτ ̓ ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πολύστρατος ἡγεῖτο καὶ Ιφικράτης καὶ Χαβρίας καὶ ἄλλοι τινές, καὶ αὐτοὺς ὑμᾶς συστρατεύεσθαι· καὶ οἶδ ̓ ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθ ̓ ὑμῶν 24 ἐνίκων [οὗτοι] οἱ ξένοι καὶ ὑμεῖς μετ ̓ ἐκείνων. ἐξ

οὗ δ ̓ αὐτὰ καθ ̓ αὐτὰ τὰ ξενικὰ ὑμῖν στρατεύεται, τοὺς φίλους νικᾷ καὶ τοὺς συμμάχους, οἱ δ ̓ ἐχθροὶ μείζους τοῦ δέοντος γεγόνασιν. καὶ πα ρακύψαντ ̓ ἐπὶ τὸν τῆς πόλεως πόλεμον, πρὸς ̓Αρτάβαζον καὶ πανταχοῦ μᾶλλον οἴχεται πλέοντα, 47 ὁ στρατηγὸς δ ̓ ἀκολουθεῖ, εἰκότως· οὐ γὰρ ἔστ ̓ ἄρχειν μὴ διδόντα μισθόν. τί οὖν κελεύω; τὰς 25 προφάσεις ἀφελεῖν καὶ τοῦ στρατηγοῦ καὶ τῶν στρατιωτών, μισθὸν πορίσαντας καὶ στρατιώτας οἰκείους ὥσπερ ἐπόπτας τῶν στρατηγουμένων παρακαταστήσαντας, ἐπεὶ νῦν γε γέλως ἔσθ ̓ ὡς χρώμεθα τοῖς πράγμασιν. εἰ γὰρ ἔροιτό τις ὑμᾶς, εἰρήνην ἄγετ ̓ ὦ ἄνδρες Αθηναῖοι; μὰ Δί ̓ οὐχ ἡμεῖς γ', εἴποιτ ̓ ἄν, ἀλλὰ Φιλίππῳ πολεμοῦμεν. οὐκ ἐχειροτονεῖτε δ ̓ ἐξ ὑμῶν αὐτῶν δέκα ταξι- 26 άρχους καὶ στρατηγοὺς καὶ φυλάρχους καὶ ἱππάρχους δύο; τί οὖν οὗτοι ποιοῦσιν; πλὴν ἑνὸς ἀνδρὸς ὃν ἂν πέμψητ ̓ ἐπὶ τὸν πόλεμον, οἱ λοιποὶ τὰς πομπὰς πέμπουσιν ὑμῖν μετὰ τῶν ἱεροποιῶν· ὥσπερ γὰρ οἱ πλάττοντες τοὺς πηλίνους, εἰς τὴν ἀγορὰν χειροτονεῖτε τοὺς ταξιάρχους καὶ τοὺς φυλάρχους, οὐκ ἐπὶ τὸν πόλεμον. οὐ γὰρ ἐχρῆν 27 ὦ ἄνδρες Αθηναῖοι ταξιάρχους παρ' ὑμῶν, ἵππαρχον παρ ̓ ὑμῶν, ἄρχοντας οἰκείους εἶναι, ἵν ̓ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις; ἀλλ ̓ εἰς μὲν Λῆμνον τὸν παρ ̓ ὑμῶν ἵππαρχον δεῖ πλεῖν, τῶν δ ̓ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν; καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω, ἀλλ ̓ ὑφ ̓ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον, ὅστις ἂν ᾖ.

« PreviousContinue »