Page images
PDF
EPUB

ΠΛΑΤΩΝΟΣ

ΘΕΑΙΤΗΤΟΣ.

[Numeri marginales Arabici qui vocantur, editionis primae Stephanianae paginas indicant, Romani ejusdem editionis capitula. Stellula paginae, signum | sectionis initium notat.]

Ι. * *Αρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ; ΤΕΡ. 142 Ἐπιεικώς πάλαι. καὶ σέ γε ἐζήτουν κατ ̓ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τ ̓ ἦ εὑρεῖν.

ΕΥ. Οὐ γὰρ ἦ

κατὰ πόλιν. ΤΕΡ. Ποῦ μήν; ΕΥ. Εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου ̓Αθήναζε. ΤΕΡ. Ζῶντι ἡ τετελευ. τηκότι; ΕΥ. ' Ζῶντι καὶ μάλα μόγις χαλεπῶς μὲν Β γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι. ΤΕΡ. Μῶν ἡ δυσεντερία; ΕΥ. Ναί. ΤΕΡ. Οἷον ἄνδρα λέἔγεις ἐν κινδύνῳ εἶναι. ΕΥ. Καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων· ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα έγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην. ΤΕΡ. Καὶ οὐδέν γ ̓ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον, εἰ μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ ' αὐτοῦ Μεγαροῖ κατέλυεν; ΕΥ. Ἠπείγετο οἴκαδε· ἐπεὶ ἔγωγ ̓ ἐδεόμην καὶ συνεβούλευον, ἀλλ ̓ οὐκ ἤθελε. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους, ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι

ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι ̓Αθήναζε τούς τε Ο λόγους οὓς διελέχθη αὐτῷ διηγήσατο, καὶ ἡ μάλα ἀξίους ἀκοῆς, εἰπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι. ΤΕΡ. Καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; ΕΥ. Οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε 143 ἀπὸ στόματος· ἀλλ ̓ ἐγραψάμην μὲν τότ ̓ εὐθὺς * οἴκαδ ̓ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνησκόμενος ἔγραφον, καὶ ὁσάκις ̓Αθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτην ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνωρθούμην. ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται. ΤΕΡ. ̓Αληθῆ ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι, ὡς ἐξ ἀγροῦ ἥκων. Β ΕΥ. ' ̓Αλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ερινοῦ Θεαίτητον προὔπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλ ̓ ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις ὁ παῖς ἀναγνώσεται. ΤΕΡ. Ορθώς λέγεις.—ΕΥ. Τὸ μὲν δὴ βιβλίον, ὦ Τερψίων, τουτί ἐγραψάμην δὲ δὴ οἱτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτην διηγούμενον ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι. ἔφη δὲ τῷ τε γεωμέτρῃ Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ. ἵνα οὖν ἐν τῇ γραφ μὴ ' παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὐτοῦ τε, ὁπότε λέγοι ὁ Σωκράτης, οἷον Καὶ ἐγὼ ἔφην ἢ Καὶ ἐγὼ εἶπον, ἢ αὖ περὶ τοῦ ἀποκρινομένου, ὅτι Συνέφη ἡ Οὐχ ώμολόγει, τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα. ΤΕΡ. Καὶ οὐδέν γε ἀπὸ τρίπου, ὦ Εὐκλείδη.

ΕΥ. ̓Αλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε. ΙΙ. ΣΩ. Εἰ μὲν τῶν ἐν Κυρήνῃ ' μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, D τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι· νῦν δέ—ἧττον γὰρ ἐκείνους ἢ τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι, τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς· ταῦτα δὴ αὐτός τε σκοπῶ καθ ̓ ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ, οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας ξυγγίγνεσθαι. σοὶ δὴ οὐκ ὀλίγιστοι πλησιάζουσι, καὶ δικαίως· ἄξιος γὰρ τά ' τε ἄλλα καὶ γεωμετρίας ἕνεκα. εἰ δὴ οὖν τινὶ Ε ἐνέτυχες ἀξίῳ λόγου, ἡδέως ἂν πυθοίμην. ΘΕΟ. Καὶ μήν, ὦ Σώκρατες, ἐμοί τε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον, οἵῳ ὑμῖν τῶν πολιτῶν μειρακίῳ ἐντετύχηκα. καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι· νῦν δέ, καὶ μή μοι ἄχθου, οὐκ ἔστι καλός, προσέοικε δὲ σοὶ τήν τε σιμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων ἧττον δὲ ἢ σὺ ταῦτ ̓ ἔχει. ἀδεῶς δὴ λέγω. εὖ * γὰρ ἴσθι ὅτι ὧν δὴ πώ- 144 ποτε ἐνέτυχον—καὶ πάνυ πολλοῖς πεπλησίακα—οὐδένα πω ᾐσθόμην οὕτω θαυμαστῶς εὖ πεφυκότα. τὸ γὰρ εὐμαθῆ ὄντα, ὡς ἄλλῳ χαλεπόν, πρᾶον αὖ εἶναι διαφερόντως, καὶ ἐπὶ τούτοις ἀνδρεῖον παρ ̓ ὁντινοῦν, ἐγὼ μὲν οὔτ ̓ ἂν ᾠόμην γενέσθαι οὔτε ὁρῶ γιγνομένους· ἀλλ ̓ οἵ τε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύῤῥοποί εἰσι, καὶ ἄττοντες φέρονται ὥσπερ τὰ ἀνερμάτιστα πλοῖα, καὶ ' μα- Β νικώτεροι ἢ ἀνδρειότεροι φύονται, οἵ τε αὖ ἐμβρι θέστεροι νωθροί πως ἀπαντῶσι πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες. ὁ δὲ οὕτω λείως τε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσεις τε καὶ ζητήσεις

αν

D

μετὰ πολλῆς πραότητος, οἷον ἐλαίου ῥεῦμα ἀψοφητὶ ῥέοντος, ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτω ταῦτα διαπράττεσθαι. ΣΩ. Εὖ ἀγγέλλεις. τίνος δὲ καί ἐστι τῶν πολιτῶν; ΘΕΟ. ̓Ακήκοα μὲν τοὔνομα, μνημονεύω ο δὲ οὔ. ἀλλὰ γάρ ἐστι ' τῶνδε τῶν προσιόντων ὁ ἐν τῷ μέσῳ. ἄρτι γὰρ ἐν τῷ ἔξω δρόμῳ ἠλείφοντο ἑταῖροί τέ τινες οὗτοι αὐτοῦ καὶ αὐτός, νῦν δέ μοι δοκοῦσιν ἀλειψάμενοι δεῦρο ἰέναι. ἀλλὰ σκόπει εἰ γιγνώσκεις αυ τόν. ΣΩ. Γιγνώσκω· ὁ τοῦ Σουνιέως Εὐφρονίου ἐστί, καὶ πάνυ γε, ὦ φίλε, ἀνδρὸς οἷον καὶ σὺ τοῦτον διηγεῖ, καὶ ἄλλως εὐδοκίμου, καὶ μέντοι καὶ οὐσίαν μάλα πολλὴν κατέλιπε. τὸ δ' ὄνομα οὐκ οἶδα τοῦ μειρακίου. Ο ΘΕΟ. Θεαίτητος, ὦ Σώκρατες, ' τό γε ὄνομα· τὴν μέντοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι. ἀλλ ̓ ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθε ριότητα θαυμαστός, ὦ Σώκρατες. ΣΩ. Γεννικὸν λέγεις 3 τὸν ἄνδρα. καί μοι κέλευε αὐτὸν ἐνθάδε παρακαθίζεσθαι. ΘΕΟ. Ἔσται ταῦτα. Θεαίτητε, δεῦρο παρὰ Σωκράτη. ΣΩ. Πάνυ μὲν οὖν, ὦ Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι, ποῖόν τι ἔχω τὸ πρόσωπον. Ε φησὶ γὰρ Θεόδωρος ἔχειν με σοί ' ὅμοιον. ἀτὰρ εἰ νῶν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθα ἂν εἰ μουσικὸς ὢν λέγει; ΘΕΑΙ. Επεσκεψάμεθ ἄν. ΣΩ. Οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθ ̓ ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν; ΘΕΑΙ. Αληθῆ. ΣΩ. Νῦν δέ γ ̓ οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων ὁμοιό145 τητος, σκεπτέον εἰ γραφικὸς * ὧν λέγει ἢ οὔ. ΘΕΑΙ. Δοκεῖ μοι. ΣΩ. Η οὖν ζωγραφικὸς Θεόδωρος; ΘΕΑΙ. Οὐχ, ὅσον γ ̓ ἐμὲ εἰδέναι. ΣΩ. Αρ' οὐδὲ γεωμετρικός ; ΘΕΑΙ. Πάντως δήπου, ὦ Σώκρατες. ΣΩ. Η καὶ

او

ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται; ΘΕΑΙ. Εμοιγε δοκεῖ. ΣΩ. Εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν. ΘΕΑΙ. Ἴσως οὔ. ΣΩ. Τί δ ̓ εἰ ποτέρου τὴν ψυ χὴν ' ἐπαινοῦ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρ ̓ οὐκ Β ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι ; ΘΕΑΙ. Πάνυ μὲν οὖν, ὦ Σώκρατες. III. ΣΩ. Ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι· ὡς εὖ ἴσθι, ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νῦν δή. ΘΕΑΙ. Εὖ ἂν ἔχοι, ὦ Σώκρατες· ἀλλ ̓ ὅρα μὴ παίζων ' ἔλεγεν. ΣΩ. Οὐχ οὗτος ὁ τρόπος α Θεοδώρου. ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν· πάντως γὰρ οὐδεὶς ἐπισκήψει αὐτῷ. ἀλλὰ θαῤῥῶν ἔμμενε τῇ ὁμολογίᾳ. ΘΕΑΙ. ̓Αλλὰ χρὴ ταῦτα ποιεῖν, εἴ σοι δοκεῖ. ΣΩ. Λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα; ΘΕΑΙ. Ἔγωγε. ΣΩ. Καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ' ἁρμονίας καὶ D λογισμούς; ΘΕΑΙ. Προθυμοῦμαι γε δή. ΣΩ. Καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά γε τούτου καὶ παρ ̓ ἄλλων, οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλ ̓ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, σμικρὸν δέ τι ἀπορῶ, ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε· ἆρ ̓ οὐ τὸ μανθάνειν ἐστὶ τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις; ΘΕΑΙ. Πῶς γὰρ οὔ; ΣΩ. Σοφίᾳ δέ γ' οἶμαι σοφοὶ οἱ σοφοί. ΘΕΑΙ. Ναί. ΣΩ. ' Τοῦτο δὲ μῶν Ε διαφέρει τι ἐπιστήμης; ΘΕΑΙ. Τὸ ποῖον; ΣΩ. Ἡ σοφία. ἢ οὐχ ἅπερ ἐπιστήμονες, ταῦτα καὶ σοφοί;

« PreviousContinue »