Page images
PDF
EPUB

ΥΠΟΘΕΣΙΣ.

Δύο εἰσὶν Αθήνηθεν ἐκκεχωρηκότες πρεσβύται διὰ τὰς δίκας. πορεύονται δὲ πρὸς τὸν Τηρέα ἔποπα γενόμενον, πευσόμενοι παρ' αὐτοῦ ποία ἐστὶ πόλις εἰς κατοικισμὸν βελτίστη. χρῶνται δὲ τῆς ὁδοῦ καθηγεμόσιν ὀρνέοις, ὁ μὲν κορώνῃ, ὁ δὲ κολοιῷ ὀνομά ζονται δὲ ὁ μὲν Πεισθέταιρος, ὁ δὲ Εὐελπίδης, ὃς καὶ πρότερος ἄρχεται. ἡ σκηνὴ ἐν ̓Αθήναις. τὸ δρᾶμα τοῦτο τῶν ἄγαν δυνατῶς πεποιημένων.

Εδιδάχθη ἐπὶ Χαβρίου διὰ Καλλιστράτου ἐκ ἄστει, ὃς ἦν δεύτερος τοῖς Ορνισι, πρώτος Αμειψίας Κωμασταῖς, τρίτος Φρύ νιχος Μονοτρόπῳ. ἔστι δὲ λε. φοβερὰ δὲ τότε τοῖς Αθηναίοις τὰ πράγματα. τό τε γὰρ ναυτικὸν ἀπώλετο περὶ Σικελίαν, Λάμαχος οὐκ ἔτι ἦν, Νικίας ἐτεθνήκει, Δεκέλειαν ἦσαν τειχίσαντες Λακεδαιμόνιοι, Αγις ὁ Λακεδαιμονίων στρατηγὸς περιεκάθητο τὴν ̓Αττικὴν, ̓Αλκιβιάδης τὰ Λακεδαιμονίων εφρόνει καὶ ἐκκλησιάζων συνεβούλευε τὰ χρηστὰ Λακεδαιμονίοις. ταῦτα αἱ ̓Αθη ναίων συμφοραὶ, διὰ ταῦτα αἱ ̓Αθηναίων φυγαί. καὶ ὅμως οὐκ ἀπείχοντο τοῦ κακοπραγμονεῖν καὶ συκοφαντεῖν.

ΑΛΛΩΣ.

Τῆς τῶν ̓Αθηναίων πολιτείας τὸ μέγιστον ἦν κλέος αὐτό χθοσι γενέσθαι, καὶ αὕτη φιλοτιμία πρώτη τὸ μηδέπω μηδεμιᾶς πόλεως φανείσης αὐτὴν πρῶτον ἀναβλαστῆσαι. ἀλλὰ τῷ χρόνῳ ὑπὸ προεστώτων πονηρῶν καὶ πολιτῶν δυσχερῶν ἀνετέτραπτο, καὶ διωρθοῦτο πάλιν. ἐπὶ οὖν τοῦ Δεκελεικοῦ πολέμου, πονηρῶν

τινῶν τὰ πράγματα ἐγχειρισθέντων, ἐπισφαλὴς γέγονεν ἡ παρ ̓ αὐτῶν κατάστασις. καὶ ἐν μὲν ἄλλοις δράμασι διὰ τῆς κωμῳδικῆς ἀδείας ἤλεγχεν ̓Αριστοφάνης τοὺς κακῶς πολιτευομένους, φανερῶς μὲν οὐδαμῶς, οὐ γὰρ ἐπὶ τούτῳ ἢν, λεληθότως δὲ, ὅσον ἀνῆκεν ἀπὸ κωμῳδίας προσκρούειν. ἐν δὲ τοῖς Ορνισι καὶ μέγα τι διανενόηται. ὡς γὰρ ἀδιόρθωτον ἤδη νόσον τῆς πολιτείας νοσούσης καὶ διεφθαρμένης ὑπὸ τῶν προεστώτων, ἄλλην τινὰ πολιτείαν αἰνίττεται, ὡσανεὶ συγκεχυμένων τῶν καθεστώτων· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ σχῆμα ὅλον καὶ τὴν φύσιν, εἰ δέοι, συμβουλεύει μετατίθεσθαι πρὸς τὸ ἠρεμαίως βιοῦν. καὶ ἡ μὲν ἀπότασις αὕτη, τὰ δὲ κατὰ θεῶν βλάσφημα ἐπιτηδείως ᾠκονόμηται. καινῶν γάρ φησι τὴν πόλιν προσδεῖσθαι θεῶν, ἀφρον τιστούντων τῆς κατοικίας ̓Αθηνῶν τῶν ὄντων καὶ παντελῶς ἠλλοτριωκότων αὑτοὺς τῆς χώρας, ἀλλ ̓ ὁ μὲν καθόλου στίχος τοιοῦ τος. ἕκαστον δὲ τῶν κατὰ μέρος οὐκ εἰκῆ, ἀλλ ̓ ἄντικρυς Αθηναίων καὶ τῶν παρ' αὐτοῖς ἐγχειριζομένων τὰ κοινὰ ἐλέγχει τὴν φαύλην διάθεσιν, ἐπιθυμίαν ἐγκατασπείρων τοῖς ἀκούουσιν ἀπαλλαγῆναι τῆς ἐνεστώσης μοχθηρᾶς πολιτείας. ὑποτίθεται γὰρ περὶ τὸν ἀέρα πόλιν, τῆς γῆς ἀπαλλάσσων· ἀλλὰ καὶ βουλὰς καὶ συνόδους ὀρνίθων, ταῖς ̓Αθηναίων δυσχεραίνων. ἀλλὰ καὶ ὅσα παίζει, ἐπίσκοπον, ἢ ψηφισματογράφον, ἢ τοὺς λοιποὺς εἰσάγων, οὐχ ἁπλῶς, ἀλλὰ γυμνοῖ τὰς πάντων προαιρέσεις, ὡς αἰσχροκερδείας ἕνεκεν χρηματίζονται. εἶθ ̓ ὕστερον καὶ τὸ θεῖον εἰς ἀπρονοησίαν κωμῳδεῖ. τὰ δὲ ὀνόματα τῶν γερόντων πεποίηται, ὡς εἰ πεποιθοίη ἕτερος τῷ ἑτέρῳ καὶ ἐλπίζοι ἔσεσθαι ἐν βελτίοσι. τινὲς δέ φασι τὸν ποιητὴν τὰς ἐν ταῖς τραγωδίαις τερατολογίας ἐν μὲν ἄλλοις διελέγχειν, ἐν δὲ τοῖς νῦν τὴν τῆς Γιγαντομαχίας συμπλοκὴν ἕωλον ἀποφαίνων, ὄρνισιν ἔδωκε διαφέρεσθαι πρὸς θεοὺς περὶ τῆς ἀρχῆς.

Ἐπὶ Χαβρίου τὸ δρᾶμα καθῆκεν εἰς ἄστυ διὰ Καλλιστράτου εἰς δὲ Λήναια τὸν ̓Αμφιάραον ἐδίδαξε διὰ Φιλωνίδου. λάβοι δ' ἂν τις τοὺς χρόνους ἐκ τῶν πέρυσι γενομένων ἐπὶ ̓Αριστομνήστου τοῦ πρὸ Χαβρίου. Αθηναῖοι γὰρ πέμπουσι τὴν Σαλαμινίαν,

τὸν ̓Αλκιβιάδην μεταστελλόμενοι ἐπὶ κρίσει τῆς τῶν μυστηρίων ἐκμιμήσεως. ὁ δὲ ἄχρι μὲν Θουρίου εἴπετο τοῖς μεθήκουσιν, ἐκεῖθεν δὲ δρασμὸν ποιησάμενος εἰς Πελοπόννησον ἐπεραιώθη. τῆς δὲ μετακλήσεως μέμνηται καὶ ̓Αριστοφάνης, ἀποκρύπτων μὲν τὸ ὄνομα, τὸ δὲ πρᾶγμα δηλῶν ἐν οἷς γέ φησι

μηδαμῶς ἡμῖν παρὰ θάλατταν, ἵν ̓ ἀνακύψεται κλητῆρ ̓ ἄγουσ ̓ ἕωθεν ἡ Σαλαμινία.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Διὰ τὰς δίκας φεύγουσιν ̓Αθήνας δύο τινές
οἱ πρὸς τὸν ἔποπα, τὸν λεγόμενον Τηρέα,
ἐλθόντες ἠρώτων ἀπράγμονα πόλιν.

εἰς δ ̓ ὄρνις ἔποπι συμπαρὼν μέτα πλειόνων
πτηνῶν διδάσκει, τί δύνατ ̓ ὀρνίθων γένος,
καὶ πῶς, ἐάν περ κατὰ μέσον τὸν ἀέρα
πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα
αὐτοὶ παραλήψοντ ̓. ἐκ δὲ τοῦδε φάρμακον
πτέρυγάς τ ̓ ἐποίουν· ἠξίωσαν δ' οἱ θεοὶ,
ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην.

[blocks in formation]

ΟΡΝΙΘΕΣ.

ΕΥ. Ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
ΠΕ. διαρραγείης. ἥδε δ ̓ αὖ κρώζει πάλιν.
ΕΥ. τί, ὦ πονήρ ̓, ἄνω κάτω πλανύττομεν γαρ
ἀπολούμεθ ̓ ἄλλως τὴν ὁδὸν προφορουμένω.
ΠΕ. τὸ δ' ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον

ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια. - πλεον ΕΥ. τὸ δ' ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον

ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων. ΠΕ. ἀλλ ̓ οὐδ ̓ ὅπου γῆς ἐσμὲν οἶδ ̓ ἔγωγ ̓ ἔτι. ΕΥ. ἐντευθενὶ τὴν πατρίδ ̓ ἂν ἐξεύροις σύ που; ΠΕ. οὐδ ̓ ἂν μὲ Δία γ ̓ ἐντεῦθεν Εξηκεστίδης. ΕΥ. οἴμοι. ΠΕ. σὺ μὲν, ὦ τᾶν, τὴν ὁδὸν ταύτην ἔθι. ΕΥ. ἢ δεινὰ νὰ δέδρακεν οὐκ τῶν ὀρνέων,

5

10

La the Food

ὁ πινακοπώλης Φιλοκράτης μελαγχολών, ὃς τώδ ̓ ἔφασκε νῷν φράσειν τὸν Τηρέα, τὸν ἔποφ ̓, ὃς ὄρνις ἐγένετ ̓, ἐκ τῶν ὀρνέων αν κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ κολοιὸν ὀβολου, τηνδεδὶ τριωβόλου.

15

τὰ δ ̓ οὐκ ἄρ ̓ ἤστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
καὶ νῦν τί κέχηνας; ἔσθ' ὅποι κατὰ τῶν πετρῶν 20
ἡμᾶς ἔτ ̓ ἄξεις; οὐ γάρ ἐστ ̓ ἐνταῦθά τις

ὁδός. ΠΕ. οὐδὲ μά Δί' ἐνταῦθά γ ̓ ἀτραπὸς οὐδαμοῦ.

« PreviousContinue »