Page images
PDF
EPUB

The Additional Version.

οὔτε γὰρ ψόφος οὔτε τὸ φῶς καὶ σκότος οὔτε ἡ ὀσμὴ οὐθὲν ποιεῖ τὰ σώματα, ἀλλ ̓ ἐν οἷς ἐστίν, οἷον ἀὴρ ὁ μετὰ τῆς βροντῆς διέστησε τὸ ξύλον. ἀλλὰ δὴ τὰ ἑπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ το γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα ἢ ἀλλοιοῖτο ; ἆρ ̓ οὖν κἀκεῖνα ποιεῖ; ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπ ̓ ὀσμῆς καὶ ψόφου· καὶ τὰ πάσχοντα αόριστα, καὶ οὐ μένει, οἷον ἀήρ' ὅζει γὰρ ὡς παθών τι. τί οὖν ἐστὶ τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν τι; ἢ τὸ μὲν ὀσμᾶσθαι καὶ αἰσθάνεσθαι, ὁ 75 δ ̓ ἀὴρ παθὼν τοῦτο ταχὺ αἰσθητός γίγνεται.

̓Αριστοτέλους περὶ ψυχῆς Γ'.

APPENDIX B.

ARISTOTLE'S DIALOGUE EUDEMUS.

THE following passages are our chief sources of information respecting Aristotle's psychological Dialogue Eudemus. They are printed in the same order as that in which they are collected in the Berlin Academy Edition of Aristotle's Works. For some account of the probable course of the argument see Bernays, Die Dialoge des Aristoteles, especially pp. 21-27.

I. Cicero de Divinat. 1. 25: Quid? singulari vir ingenio Aristoteles et paene divino ipsene errat an alios vult errare, cum scribit Eudemum Cyprium familiarem suum iter in Macedoniam facientem Pheras venisse, quae erat urbs in Thessalia tum admodum nobilis, ab Alexandro autem tyranno, crudeli dominatu tenebatur. In eo igitur oppido ita graviter aegrum Eudemum fuisse ut omnes medici diffiderent. Ei visum in quiete egregia facie juvenem dicere fore ut perbrevi convalesceret paucisque diebus interiturum Alexandrum tyrannum, ipsum autem Eudemum quinquennio post domum esse rediturum. Atque ita quidem prima statim scribit Aristoteles consecuta et convaluisse Eudemum et ab uxoris fratribus interfectum tyrannum. Quinto autem anno exeunte cum esset spes ex illo somnio in Cyprum illum ex Sicilia esse rediturum, proeliantem eum ad Syracusas occidisse. Ex quo ita illud somnium esse interpretatum ut cum animus Eudemi e corpore excesserit, tum domum revertisse videatur.

2. David Proleg. in Ar. Categ. p. 24 10: Tŵv dè ovvтayμaτικῶν τὰ μὲν εἰσιν αὐτοπρόσωπα ἃ καὶ ἀκροαματικὰ λέγονται, τὰ δὲ διαλογικά, ἃ καὶ ἐξωτερικὰ λέγονται... ἔγραψε δὲ καὶ πρὸς

ἀνεπιτηδείους πρὸς φιλοσοφίαν τὰ διαλογικά...κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς καν τοῖς ἀκροαματικοῖς δι ̓ ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότως. φησὶ γὰρ ἐν τοῖς περὶ ψυχῆς ἀκροαματικοῖς ὅτι ἡ ψυχὴ ἄφθαρτος· εἰ γὰρ ἦν φθαρτή, ἔδει μάλιστα αὐτὴν φθείρεσθαι ὑπὸ τοῦ ἐν τῷ γήρᾳ ἀμαυροῦσθαι, τότε δὲ ἀκμάζει τοῦ σώματος παρακμάσαντος· ὥσπερ οὖν παρακμάζει ὅτε τὸ σῶμα ἀκμάζει· τὸ δὲ ὅτε δεῖ φθείρεσθαι ἀκμάζον ἄφθαρτον ἡ ψυχὴ ἄρα ἄφθαρτός ἐστι. καὶ οὕτως μὲν ἐν τοῖς ἀκροαματικοῖς· ἐν δὲ τοῖς διαλογικοῖς φησὶν οὕτως, ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὺς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν κατ' αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει ποτὲ ἡ ἔμνυσι κατ' αὐτοῦ. ὁ δὲ ̓Αλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικών πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῷ λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα τὰ ψευδή...τοῦτο δὲ εἶπεν ̓Αλέξανδρος ἐπειδὴ τὴν λογικὴν ψυχὴν βούλεται φθαρτὴν εἶναι, ὁ δὲ ̓Αριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς. ἵνα οὖν μὴ σχῇ ἐλέγχοντα τὸν ̓Αριστοτέλην, διὰ τοῦτο εἶπε τοιαύτην διαφοράν.

Themist. de Anima (Opp. ed. Venet. 1534, f. 90o, t. II. p. 196, 21, Spengel): καὶ οἱ λόγοι δὲ οὓς ἠρώτησε (Plato in the Phaedo) περὶ ψυχὴς ἀθανασίας εἰς τὸν νοῦν ἀνάγονται σχεδόν τι οἱ πλεῖστοι καὶ ἐμβριθέστατοι, ὅ τε ἐκ τῆς αὐτοκινησίας· ἐδείχθη γὰρ ὡς αυτοκίνητος μόνος ὁ νοῦς, εἰ τὴν κίνησιν ἀντὶ τῆς ἐνεργείας νοοίημεν· καὶ ὁ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λαμβάνων καὶ ὁ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα. καὶ τῶν ἄλλων δὲ τοὺς ἀξιοπιστοτέρους δοκοῦντας οὐ χαλεπῶς ἄν τις τῷ νῷ προσβιβάσειεν. ὥσπερ γε καὶ τῶν ὑπ ̓ ̓Αριστοτέλους ἐξειργασμένων ἐν τῷ Εὐδήμῳ. ἐξ ὧν δῆλον ὅτι καὶ Πλάτων τὸν νοῦν ἀθάνατον μόνον ὑπολαμβάνει.

3. Proclus in Plat. Tim. V. p. 338 (p. 823 Schn.): τὴν ψυχὴν τῷ σώματι συνῆψεν ἀμέσως πάντα τὰ περὶ καθόδου ψυχῆς ὑπεκτεμὼν προβλήματα...ἀλλ ̓ οὐδὲ τὰ μετὰ τὴν ἐξοδον αὐτῆς ἐν τούτοις παραδώσει...ὅτι φήσω τὸ πρέπον διασώζει τῇ τοῦ διαλόγου προθέσει καὶ τῆς περὶ ψυχῆς θεωρίας ὅσον φυσικὸν ἐν τούτοις παραλαμβάνει τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς ὁμιλίαν παραδίδους. ὃ δὴ καὶ ̓Αριστοτέλης ζηλώσας ἐν τῇ περὶ ψυχῆς πραγματεία φυσικῶς αὐτὴν μεταχειριζόμενος οὔτε περὶ καθόδου

ψυχῆς οὔδε περὶ λήξεων ἐμνημόνευσεν, ἀλλ ̓ ἐν τοῖς διαλόγοις χωρὶς ἐπραγματεύσατο περὶ αὐτῶν καὶ τὸν προηγούμενον κατεβάλλετο λόγον.

4. Proclus in Plat. Remp. (Diss. XII.) apud Maium Spicileg. Rom. t. VIII. Rom. 1842, p. 705: λέγει δὲ καὶ ὁ δαιμόνιος ̓Αρι στοτέλης αἰτίαν δι ̓ ἣν ἐκεῖθεν μὲν ἰοῦσα ἡ ψυχὴ δεῦρο ἐπιλάνθεται τῶν ἐκεῖ θεαμάτων, ἐντεῦθεν δὲ ἐξιοῦσα μέμνηται ἐκεῖ τῶν ἐνταῦθα παθημάτων. καὶ ἀποδεικτέον τοῦ λόγου· φησὶ γὰρ οὖν καὶ αὐ τὸς ἐκ μὲν ὑγείας εἰς νόσον ὁδεύοντας λήθην ἴσχειν τινὰς καὶ αὐτῶν τῶν γραμμάτων ὧν ἐμεμαθηκεισαν, ἐκ νόσου δὲ εἰς ὑγείαν ἰόντα μηδένα πώποτε τοῦτο πάσχειν· ἐοικέναι δὲ τὴν μὲν ἄνευ σώματος ζωὴν ταῖς ψυχαῖς κατὰ φύσιν οὖσαν [ὑγείᾳ, νόσῳ δὲ τὴν ἐν σώματι. ὅθεν] σημαίνει τὰς μὲν ἐκεῖθεν ἰούσας ἐπιλανθάνεσθαι τῶν ἐκεῖ, τὰς δὲ ἐντεῦθεν ἐκεῖσε τῶν ἐνταῦθα διαμνημονεύειν.

5. Augustinus contra Fulianum Pelag. 4 (15) 78: Quanto ergo te melius veritatique vicinius de hominum generatione senserunt quos Cicero in extremis partibus Hortensii Dialogi velut ipsa rerum evidentia doctus compulsusque commemorat. nam cum multa quae videmus et gemimus de hominum vanitate atque felicitate dixisset, ex quibus humanae, inquit, vitae erroribus et aerumnis fit ut interdum veteres illi sive vates sive in sacris initiisque tradendis divinae mentis interpretes, qui nos ob aliqua scelera suscepta in vita superiore poenarum luendarum causa natos esse dixerunt, aliquid vidisse videantur verumque sit illud quod est apud Aristotelem, simili nos affectos esse supplicio atque eos qui quondam cum in praedonum Etruscorum manus incidissent, crudelitate excogitata necabantur, quorum corpora viva cum mortuis, adversa adversis accommodata quam artissime colligabantur: sic nostros animos cum corporibus ut vivos cum mortuis esse conjunctos.

6. Schol. (Olympiodori et al.) in Plat. Phaed. (p. 111), p. 165 (Finckh): ὅτι δὲ δεῖ τι καὶ ὅλον γένος ἀνθρώπων εἶναι οὕτω τρεφόμενον δηλοῖ καὶ ὁ τῇδε ταῖς ἡλιακαῖς ἀκτῖσι μόναις τρεφό μενος, ὃν ἱστόρησεν ̓Αριστοτέλης ἰδὼν αὐτός.

Schol. al. ad eundem locum, p. 203: εἰ ἐνταῦθα ἱστόρησεν ̓Αριστοτέλης ἄνθρωπον αὔπνον καὶ μόνῳ τῷ ἡλιοειδεῖ τρεφόμενον ἀέρι, τί χρὴ περὶ τῶν ἐκεῖ οἴεσθαι;

7. Plutarch. qu. conv. 8, 9, 3: τὴν δὲ Τίμωνος ἐν Κιλικία

τηθὴν ̓Αριστοτέλης ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν ὅτι ζῇ διάδηλον οὖσαν.

8. Olympiodor. in Phaedon., p. 22 (Finckh): καὶ ὁ μὲν Πρόκλος βούλεται τὰ οὐράνια ὄψιν μόνον καὶ ἀκοὴν ἔχειν καθάπερ καὶ ̓Αριστοτέλης· μόνας γὰρ τῶν αἰσθήσεων ἐκείνας ἔχει τὰς πρὸς τὸ εὖ εἶναι συμβαλλομένας, οὐ μὴν τὰς πρὸς τὸ εἶναι, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ εἶναι συμβάλλονται. καὶ ὁ ποιητὴς δὲ μαρτυρεῖ τούτοις λέγων, “ ηἔλιος, ὃς πάντ ̓ ἐφορᾷς καὶ πάντ ̓ ἐπακούεις” ὡς ἂν ὄψιν μόνην καὶ ἀκοὴν αὐτῶν ἐχόντων· καὶ ὅτι αὗται μάλιστα αἱ αἰσθήσεις ἐν τῷ ἐνεργεῖν μᾶλλον γινώσκουσιν ἤπερ ἐν τῷ πάσχειν καὶ οἰκειότεραι αὗται αὐτοῖς ὡς ἀναλλοιώτοις. ὁ δέ γε Δαμάσκιος καὶ τὰς ἄλλας αἰσθήσεις βούλεται αὐτὰ ἔχειν.

9. Plutarch. Consolat. ad Apoll. 27 : πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην. τοῦτο δέ φησιν Αριστοτέλης καὶ τὸν Σείληνον συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δ ̓ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δ ̓ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ περὶ ψυχῆς ταυτί· “ διὸ περῶσι κράτιστα καὶ μακαριστότατα. καὶ πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζομεν καὶ τὸ ψεύσασθαί τι κατ ̓ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ὡς κατὰ βελτιόνων καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθ ̓ οὕτως ἀρχαῖα καὶ παλαιὰ διατελεῖ νενομισμένα παρ' ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα τυγχάνουσι διὰ τέλους οὕτω νενομικότες. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὃν τοῖς ἀνθρώποις ὁρᾷς ὡς ἐκ πολλῶν ἐτῶν καὶ παλαιοῦ χρόνου περιφέρεται θρυλούμενον—τί τοῦτ ̓; ἔφη. κἀκεῖνος ὑπολαβών ὡς ἄρα μὴ γίνεσθαι μὲν, ἔφη, ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστὶ κρεῖττον. καὶ πολλοῖς οὕτω παρὰ τοῦ δαιμονίου μεμαρ τύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδα λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτέ ἐστι τὸ βέλτιον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώ τατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀρρήτως ἐπειδὴ δέ ποτε μόλις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαι τι πρὸς αὐτόν, οὕτως ἀνακαγχάζοντα εἰπεῖν· Δαίμονος ἐπιπόνου καὶ Τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με

« PreviousContinue »