Φρυγῶν συμφοράς. ᾀδέτω δ ̓ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς τραγῳδείτω. ΔΙΟΓ. καὶ αὐτός, ὦ φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα. 39. ΦΙΛ. εὖ γε, ὦ Παρρησιάδη· ἀφίεμέν σε τῆς αἰτίας, καὶ ταῖς πάσαις κρατεῖς καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν. 5 ΠΑΡΡ. προσεκύνησα τήν γε πρώτην μᾶλλον δὲ τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ σεμνότερον γάρ' το ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμόν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα. ΑΡΕΤ. οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα, προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ' ὧν ἐς ὑμᾶς ὑβρίζουσι κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου. ΠΑΡΡ. ὀρθῶς, ὦ ἀρετή, ἔλεξας· ὥστε σύ, παῖ συλλογισμέ, κατακύψας ἐς τὸ ἄστυ προσκήρυττε τοὺς φιλοσόφους. 40. ΣΥΛΛ. ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν ἐς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς ἀρετῆς καὶ φιλοσοφίας καὶ δίκης. 15 20 ΠΑΡΡ. ὁρᾷς; ὀλίγοι συνέρχονται γνωρίσαντες τὸ κήρυγμα ἄλλως γὰρ δεδίασι τὴν δίκην. οἱ πολλοὶ δὲ 25 αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχοντες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ συλλογισμέ, κήρυττε. ΦΙΛ. μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει καθ' ὅ τι σοι δοκεῖ. 41. ΠΑΡΡ. οὐδὲν τόδε χαλεπόν. ἄκουε, σίγα. ὅσοι H. L. 4 30 [41-42 φιλόσοφοι εἶναι λέγουσι καὶ ὅσοι προσήκειν αὑτοῖς οἴονται τοῦ ὀνόματος, ἥκειν ἐς ἀκρόπολιν ἐπὶ τὴν διανομήν. δύο μναῖ ἑκάστῳ δοθήσονται καὶ σησαμαῖος πλακοῦς· ὃς δ ̓ ἂν πώγωνα βαθὺν ἐπιδείξηται, καὶ παλάθην ἰσχάδων 5 οὗτός γε προσεπιλήψεται. κομίζειν δ ̓ ἕκαστον σωφροσύνην μὲν ἡ δικαιοσύνην ἢ ἐγκράτειαν μηδαμῶς· οὐκ ἀναγκαῖα γὰρ ταῦτά γε, ἢν μὴ παρῇ· πέντε δὲ συλλογισμοὺς ἐξ ἅπαντος· οὐ γὰρ θέμις ἄνευ τούτων είναι σοφόν. ΙΟ κεῖται δ ̓ ἐν μέσσοισι δύο χρυσοίο τάλαντα, τῷ δόμεν, ὃς μετὰ πᾶσιν ἐριζέμεν ἔξοχος εἴη. 42. βαβαῖ, ὡς πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων, ἐπεὶ τὰς δύο μνᾶς ἤκουσαν μόνον. παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ ̓Ασκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν 15 Αρειον πάγον ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νή Δία καὶ βοτρυδὸν [ἑσμοῦ δίκην], ἵνα καὶ καθ' Ομηρον εἴπω, ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν 20 μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα πώγων κολακεία ἀναισχυντία βακτηρία λιχνεία συλλογισμὶς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφα25 νεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτό σου μάλιστα, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι 30 πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων. ΦΙΛ. ἔσται τοῦτο μετ ̓ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς. 43. ΠΛΑΤ. ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν. ΠΥΘ. οὔκ, ἄλλα τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν. ΣΤΩΙΚ. ληρεῖτε ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς στοᾶς. 5 ΠΕΡ. οὐ μὲν οὖν, ἀλλὰ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ περιπάτου. ΕΠΙΚ. ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαμβάνειν. ΑΚΑΔ. ποῦ τὰ δύο τάλαντα ; δείξομεν γὰρ οἱ ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι. ΣΤΩΙΚ. οὐχ ἡμῶν γε τῶν στωικῶν παρόντων. ΙΟ 44. ΦΙΛ. παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε 15 ἐπ' ἄλλα γὰρ ἴστε κεκλημένοι· καὶ νῦν ἔγωγε ἡ φιλοσο φία καὶ ἀρετὴ αὕτη καὶ ἀλήθεια δικάσομεν τίνες οἱ ὡρ θῶς φιλοσοφοῦντές εἰσιν, εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσι κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας 2ο κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιοῖντο τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; μὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι, κενὴ δ ̓ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων, ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν. 45. οἱ ὑπηρέται ἀνέλεσθε τὴν 25 πήραν, ἣν ὁ κυνίσκος ἀπέρριψεν ἐν τῇ τροπῇ, φέρ ̓ ἴδω τί καὶ ἔχει ἤ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν. ΠΑΡΡ. οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ κάτοπτρον καὶ κύβους. ΦΙΛ. εὖ γε, ὦ γενναῖε. τοιαῦτά σοι ἦν τὰ ἐφόδια 30 τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι ἅπασι καὶ τοὺς ἄλλους παιδαγωγείν. ΠΑΡΡ. τοιοῦτοι μὲν οὖν ἡμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται 5 καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. ΦΙΛ. σὺ δέ, ὦ ἀλήθεια, ἐξεύρισκε,—ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτο ἄν—ὡς μὴ ἐπικρατήσῃ τὸ ψεῦδος μηδὲ ὑπὸ τῇ ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε 1ο τοὺς χρηστοὺς μεμιμημένοι. 46. ΑΛΗΘ. ἐπ ̓ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ φιλοσοφία, θαυμάζων, παραλαβόντα μεθ ̓ αὑτοῦ τὸν ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσο15 φεῖν ἐντυγχάνειν, εἶθ ̓ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλοσοφίας, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ ἐς τὸ πρυτανείον καλεσάτω, ἢν δέ τινι οἷοι πολλοί εἰσι καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώ νιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ 20 τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος. ΦΙΛ. εὖ γε, ὦ ἀλήθεια· ὁ δὲ ἔλεγχος, ὦ Παρρη σιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον 25 εἶναι λέγεται, οὐ μὰ Δί ̓ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυ σίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφέμενος, ὃν δ ̓ ἂν ἀτενὲς ἀποβλέποντα 30 καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείραντα πρότερον τὸν πώγωνα ὡς ἔδοξεν. 47. ΠΑΡΡ. ἔσται ταῦτα, ὦ φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ἀνάξω τινὰς ὑμῖν νὴ Δί ̓ αὐτῶν. ΦΙΛ. πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας ; ΠΑΡΡ. καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. ΙΕΡ. ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντ' ἔχοις. ΠΑΡΡ. οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. ΙΕΡ. λάμβανε. ΦΙΛ. τί πράττειν ἀνὴρ διανοεῖται; 5 ΙΟ ΙΕΡ. δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ 15 καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν ἐς τὴν πόλιν. ΦΙΛ. Τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ. ΠΑΡΡ. σιώπησον, ὦ φιλοσοφία, καὶ τὴν ἄγραν 20 περίμενε· σὺ δέ, Πόσειδον ἀγρεῦ καὶ ̓Αμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. 48. ἀλλ ̓ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν. ΕΛΕΓΧΟΣ. οὔκ, ἀλλὰ γαλεός ἐστι· προσέρχεται δὴ τῷ ἀγκίστρῳ κεχηνώς. ὀσφρᾶται τοῦ χρυσίου, πλησίον 25 ἤδη ἐστίν· ἔψαυσεν, εἴληπται, ἀνασπάσωμεν. ΠΑΡΡ. καὶ σύ, ὦ ἔλεγχε, νῦν συνεπιλαβοῦ τῆς ὁρμιᾶς ἄνω ἐστί. φέρ ̓ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων ; κύων οὗτός γε. Ηράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα 30 λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς |