Page images
PDF
EPUB

πάντα τὰ τοιαῦτα εἰς τὸ σῶμα ἀναφέρειν ; ἴσως δὲ βελτιον σὲ λέγειν αὐτὰ ἀποκρινόμενον μᾶλλον ἢ ἐμὲ ὑπὲρ σοῦ πολυπραγμονεῖν. καί μοι λέγε θερμὰ καὶ σκληρὰ καὶ κούφα καὶ γλυκέα δι ̓ ὧν αἰσθάνει, ἆρα οὐ τοῦ σώματος ἕκαστα τίθης; ἢ ἄλλου τινός; ΘΕΑΙ. Οὐδενὸς ἄλλου. ΣΩ. Η καὶ ἐθελήσεις ὁμολογεῖν, ἃ δι ̓ ἑτέρας 185 δυνάμεως αἰσθάνει, ἀδύνατον εἶναι * δι ̓ ἄλλης ταῦτ ̓ αἰσθέσθαι, οἷον ἃ δι' ἀκοῆς, δι ̓ ὄψεως, ἢ ἃ δι ̓ ὄψεως, δι ̓ ἀκοῆς; ΘΕΑΙ. Πῶς γὰρ οὐκ ἐθελήσω; ΣΩ. Εἴ τι ἄρα περὶ ἀμφοτέρων διανοεῖ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου, οὐδ ̓ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀμφοτέρων αἰσθάνοι ̓ ἄν. ΘΕΑΙ. Οὐ γὰρ οὖν. ΣΩ. Περὶ δὴ φωνῆς καὶ περὶ χρόας πρῶτον μὲν αὐτὸ τοῦτο περὶ ἀμφοτέρων διανοεῖ, ὅτι ἀμφοτέρω ἐστόν; ΘΕΑΙ. Ἔγωγε. ΣΩ. Οὐκοῦν καὶ ὅτι ἑκάτερον ἑκατέρου μὲν ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; Β ΘΕΑΙ. ' Τί μήν; ΣΩ. Καὶ ὅτι ἀμφοτέρω δύο, ἑκάτερον δὲ ἕν; ΘΕΑΙ. Καὶ τοῦτο. ΣΩ. Οὐκοῦν καὶ εἴτε ἀνομοίω εἴτε ὁμοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ΘΕΑΙ. Ἴσως. ΣΩ. Ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτοῖν διανοεῖ; οὔτε γὰρ δι ̓ ἀκοῆς οὔτε δι ̓ ὄψεως οἷόν τε τὸ κοινὸν λαμβάνειν περὶ αὐτῶν. ἔτι δὲ καὶ τόδε τεκμήριον περὶ οὗ λέγομεν· εἰ γὰρ δυνατὸν εἴη ἀμφοτέρω σκέψασθαι, ἆρ ̓ ἐστὸν ἁλμυρὼ ἢ οὔ, οἶσθ ̓ ὅτι ἕξεις C εἰπεῖν ᾧ ἐπισκέψει, καὶ τοῦτο οὔτε ἡ ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο. ΘΕΑΙ. Τί δ' οὐ μέλλει, ἥ γε διὰ τῆς γλώττης δύναμις; ΣΩ. Καλώς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναμις τό τ ̓ ἐπὶ πᾶσι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονομάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρωτῶμεν περὶ αὐτῶν; τούτοις πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι ̓ ὧν αἰσθάνεται ἡμῶν τὸ αἰσθανόμενον ἕκαστα; ΘΕΑΙ. Οὐσίαν λέγεις καὶ τὸ

μὴ εἶναι, καὶ ὁμοιότητα καὶ ἀνομοιότητα, καὶ τὸ ταὐτόν τε καὶ τὸ ἕτερον, ἔτι δὲ ἕν ' τε καὶ τὸν ἄλλον ἀριθμὸν D περὶ αὐτῶν. δῆλον δέ, ὅτι καὶ ἄρτιόν τε καὶ περιττὸν ἐρωτᾷς, καὶ τἆλλα, ὅσα τούτοις ἕπεται, διὰ τίνος ποτὲ τῶν τοῦ σώματος τῇ ψυχῇ αἰσθανόμεθα. ΣΩ. Ὑπέρου, ὦ Θεαίτητε, ἀκολουθεῖς, καὶ ἔστιν ἃ ἐρωτῶ αὐτὰ ταῦτα. ΘΕΑΙ. ̓Αλλὰ μὲ Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ ἂν ἔχοιμι εἰπεῖν, πλήν γ ̓ ὅτι μοι δοκεῖ τὴν ἀρχὴν οὐδ ̓ εἶναι τοιοῦ τον οὐδὲν τούτοις ὄργανον ἴδιον, ὥσπερ ἐκείνοις, ἀλλ ̓ αὐτὴ δι' αὐτῆς ἡ ψυχὴ τὰ ' κοινά μοι φαίνεται περὶ Ε πάντων ἐπισκοπεῖν. ΣΩ. Καλὸς γὰρ εἰ, ὦ Θεαίτητε, καὶ οὐχ ὡς ἔλεγε Θεόδωρος, αἰσχρός· ὁ γὰρ καλῶς λέγων καλός τε κἀγαθός. πρὸς δέ τῷ καλῷ εὖ ἐποίησάς με μάλα συχνοῦ λόγου ἀπαλλάξας, εἰ φαίνεταί σοι τὰ μὲν αὐτὴ δι' αὑτῆς ἡ ψυχὴ ἐπισκοπεῖν, τὰ δὲ διὰ τῶν τοῦ σώματος δυνάμεων. τοῦτο γὰρ ἦν, ὃ καὶ αὐτῷ μοι ἐδόκει, ἐβουλόμην δὲ καὶ σοὶ δόξαι. ΘΕΑΙ. * ̓Αλλὰ 186 μὴν φαίνεται γε. XXX. ΣΩ. Ποτέρων οὖν τίθης τὴν οὐσίαν; τοῦτο γὰρ μάλιστα ἐπὶ πάντων παρέπεται. ΘΕΑΙ. Ἐγὼ μὲν ὧν αὐτὴ ἡ ψυχὴ καθ ̓ αὑτὴν ἐπορέγεται. ΣΩ. Η καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον, καὶ τὸ ταὐτὸν καὶ ἕτερον; ΘΕΑΙ. Ναί. ΣΩ. Τί δὲ καλὸν καὶ αἰσχρόν, καὶ ἀγαθὸν καὶ κακόν; ΘΕΑΙ. Καὶ τούτων μοι δοκεῖ ἐν τοῖς μάλιστα πρὸς ἄλληλα σκοπεῖσθαι τὴν οὐσίαν, ἀναλογιζομένη ἐν ἑαυτῇ τὰ γεγονότα καὶ τὰ παρόντα ' πρὸς τὰ μέλλοντα. ΣΩ. Β Ἔχε δή· ἄλλο τι τοῦ μὲν σκληροῦ τὴν σκληρότητα διὰ τῆς ἐπαφῆς αἰσθήσεται, καὶ τοῦ μαλακοῦ τὴν μαλακότητα ὡσαύτως; ΘΕΑΙ. Ναί. ΣΩ. Τὴν δέ γε οὐσίαν καὶ ὅ τι ἐστὸν καὶ τὴν ἐναντιότητα πρὸς ἀλλήλω καὶ τὴν οὐσίαν αὖ τῆς ἐναντιότητος αὐτὴ ἡ ψυχὴ

ἐπανιοῦσα καὶ συμβάλλουσα πρὸς ἄλληλα κρίνειν πειρᾶται ἡμῖν. ΘΕΑΙ. Πάνυ μὲν οὖν. ΣΩ. Οὐκοῦν τὰ μὲν εὐθὺς γενομένοις πάρεστι φύσει ' αἰσθάνεσθαι ἀνθρώποις τε καὶ θηρίοις, ὅσα διὰ τοῦ σώματος παθήματα ἐπὶ τὴν ψυχὴν τείνει, τὰ δὲ περὶ τούτων ἀναλογίσματα πρός τε οὐσίαν καὶ ὠφέλειαν μόγις καὶ ἐν χρόνῳ διὰ πολλῶν πραγμάτων καὶ παιδείας παραγί γνεται οἷς ἂν καὶ παραγίγνηται; ΘΕΑΙ. Παντάπασι μὲν οὖν. ΣΩ. Οἷόν τε οὖν ἀληθείας τυχεῖν, ᾧ μηδὲ οὐσίας; ΘΕΑΙ. 'Αδύνατον. ΣΩ. Οἱ δὲ ἀληθείας τις ἀτυχήσει, ποτὲ τούτου ἐπιστήμων ἔσται; ΘΕΑΙ. Καὶ D πῶς ἄν, ' ὦ Σώκρατες; ΣΩ. Ἐν μὲν ἄρα τοῖς παθήμασιν οὐκ ἔνι ἐπιστήμη, ἐν δὲ τῷ περὶ ἐκείνων συλλογισμῷ· οὐσίας γὰρ καὶ ἀληθείας ἐνταῦθα μέν, ὡς ἔοικε, δυνατὸν ἅψασθαι, ἐκεῖ δὲ ἀδύνατον. ΘΕΑΙ. Φαίνεται. ΣΩ. Η οὖν ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτο καλεῖς, τοσαύτας διαφορὰς ἔχοντε; ΘΕΑΙ. Οὔκουν δὴ δίκαιόν γε. ΣΩ. Τί οὖν δὴ ἐκείνῳ ἀποδίδως ὄνομα, τῷ ὁρᾶν, ἀκούειν, ὀσφραινεσθαι, ψύχεσθαι, θερμαίνεσθαι; ΘΕΑΙ. Ε Αἰσθάνεσθαι ' ἔγωγε τί γὰρ ἄλλο; ΣΩ. Ξύμπαν ἄρ ̓ αὐτὸ καλεῖς αἴσθησιν; ΘΕΑΙ. ̓Ανάγκη. ΣΩ. Ὧι γε, φαμέν, οὐ μέτεστιν ἀληθείας ἅψασθαι· οὐδὲ γὰρ οὐσίας. ΘΕΑΙ. Οὐ γὰρ ούν. ΣΩ. Οὐδ ̓ ἄρ ̓ ἐπιστήμης. ΘΕΑΙ. Οὐ γάρ. ΣΩ. Οὐκ ἄρ ̓ ἂν εἴη ποτέ, ὦ Θεαίτητε, αἴσθησίς τε καὶ ἐπιστήμη ταὐτόν. ΘΕΑΙ. Οὐ φαίνεται, ὦ Σώκρατες, καὶ μάλιστά γε νῦν καταφανέστατον γέγονεν ἄλλο ὃν αἰσθήσεως ἐπιστήμη. ΣΩ. Αλλ ̓ οὔ 187 τι * μὲν δὴ τούτου γε ἕνεκα ἠρχόμεθα διαλεγόμενοι, ἵνα εύρωμεν τί ποτ ̓ οὐκ ἔστ ̓ ἐπιστήμη, ἀλλὰ τί ἔστιν. ὅμως δὲ τοσοῦτόν γε προβεβήκαμεν, ὥστε μὴ ζητεῖν αὐτὴν ἐν αἰσθήσει τὸ παράπαν, ἀλλ ̓ ἐν ἐκείνῳ τῷ

ὀνόματι, ὅ τί ποτ' ἔχει ἡ ψυχή, ὅταν αὐτὴ καθ ̓ αὑτὴν πραγματεύηται περὶ τὰ ὄντα. ΘΕΑΙ. ̓Αλλὰ μὴν τοῦτό γε καλεῖται, ὦ Σώκρατες, ὡς ἐγᾦμαι, δοξάζειν. ΣΩ. Ὀρθῶς γὰρ οἴει, ὦ φίλε. καὶ ὅρα δὴ νῦν πάλιν ἐξ ἀρχῆς, πάντα τὰ πρόσθεν ' ἐξαλείψας, εἴ τι μᾶλλον καθορᾷς, Β ἐπειδὴ ἐνταῦθα προελήλυθας. καὶ λέγε αὖθις, τί ποτ' ἐστὶν ἐπιστήμη. ΧΧΧΙ. ΘΕΑΙ. Δόξαν μὲν πᾶσαν εἰπεῖν, ὦ Σώκρατες, ἀδύνατον, ἐπειδὴ καὶ ψευδής ἐστι δόξα· κινδυνεύει δὲ ἡ ἀληθὴς δόξα ἐπιστήμη εἶναι, καί μοι τοῦτο ἀποκεκρίσθω. ἐὰν γὰρ μὴ φανῇ προϊούσιν, ὥσπερ τὸ νῦν, ἄλλο τι πειρασόμεθα λέγειν. ΣΩ. Οΰτω μέντοι χρή, ὦ Θεαίτητε, λέγειν, προθύμως μᾶλλον, ἢ ὡς τὸ πρῶτον ὤκνεις ἀποκρίνεσθαι. ἐὰν γὰρ οὕτω δρῶμεν, δυοῖν θάτερα, ἢ εὑρήσομεν ἐφ ̓ ὃ ἐρχόμεθα, 'c ἢ ἧττον οἰησόμεθα εἰδέναι ὃ μηδαμῇ ἴσμεν· καίτοι οὐκ ἂν εἴη μεμπτός μισθὸς ὁ τοιοῦτος· καὶ δὴ καὶ νῦν τί φῄς; δυοῖν ὄντοιν εἰδέοιν δόξης, τοῦ μὲν ἀληθινοῦ, ψευδοῦς δὲ τοῦ ἑτέρου, τὴν ἀληθῆ δόξαν ἐπιστήμην ὁρίζει; ΘΕΑΙ. Ἔγωγε' τοῦτο γὰρ αὖ νῦν μοι φαίνεται. ΣΩ. ̓Αρ ̓ οὖν ἔτ ̓ ἄξιον περὶ δόξης ἀναλαβεῖν πάλιν ; ΘΕΑΙ. Τὸ ποῖον δὴ λέγεις; ΣΩ. Θράττει μέ πως νῦν τε καὶ ἄλλοτε δὴ πολλάκις, ὥστ ̓ ἐν ἀπορίᾳ πολλῇ πρὸς 'D ἐμαυτὸν καὶ πρὸς ἄλλον γεγονέναι, οὐκ ἔχοντα εἰπεῖν τί ποτ ̓ ἐστὶ τοῦτο τὸ πάθος παρ' ἡμῖν καὶ τίνα τρόπον ἐγγιγνόμενον. ΘΕΑΙ. Τὸ ποῖον δή; ΣΩ. Τὸ δοξάζειν τινὰ ψευδῆ. σκοπῶ δὴ καὶ νῦν ἔτι διστάζων, πότερον ἐάσωμεν αὐτὸ ἢ ἐπισκεψώμεθα ἄλλον τρόπον ἢ ὀλίγον πρότερον. ΘΕΑΙ. Τί μήν, ὦ Σώκρατες, εἴπερ γε καὶ ὁπῃοῦν φαίνεται δεῖν; ἄρτι γὰρ οὐ κακῶς γε σὺ καὶ Θεόδωρος ἐλέγετε σχολῆς πέρι, ὡς οὐδὲν ἐν τοῖς τοιοῖσδε κατεπείγει. ΣΩ. ' Ὀρθῶς ὑπέμνησας. ἴσως γὰρ οὐκ Ε

ἄπο καιροῦ πάλιν ὥσπερ ἴχνος μετελθεῖν. κρεῖττον γάρ που σμικρὸν εὖ ἢ πολὺ μὴ ἱκανῶς περᾶναι. ΘΕΑΙ. Τί μήν; ΣΩ. Πῶς οὖν; τί δὴ καὶ λέγομεν ; ψευδῆ φαμὲν ἑκάστοτε εἶναι δόξαν, καί τινα ἡμῶν δοξάζειν ψευδῆ, τὸν δ ̓ αὖ ἀληθῆ, ὡς φύσει οὕτως ἐχόντων; ΘΕΑΙ. Φαμὲν γὰρ δή. ΣΩ. Οὐκοῦν τόδε γ ̓ ἔσθ ̓ ἡμῖν περὶ 188 πάντα * καὶ καθ ̓ ἕκαστον, ἤτοι εἰδέναι ἢ μὴ εἰδέναι, μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω ἐν τῷ παρόντι νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν. ΘΕΑΙ. ̓Αλλὰ μήν, ὦ Σώκρατες, ἄλλο γ ̓ οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι ἢ μὴ εἰδέναι. ΣΩ. Οὐκοῦν ἤδη ἀνάγκη τον δοξάζοντα δοξάζειν ἢ ὧν τι οἶδεν ἢ μὴ οἶδεν; ΘΕΑΙ. Ανάγκη. ΣΩ. Καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ ἢ μὴ εἰδότα Β εἰδέναι ἡ ἀδύνατον. ΘΕΑΙ. Πῶς δ ̓ οὔ; ΣΩ. Αρ' οὖν ὁ τὰ ψευδῆ δοξάζων, ἃ οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι, ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὐ ἀμφότερα; ΘΕΑΙ. Αλλ' ἀδύνατον, ὦ Σώκρατες. ΣΩ. ̓Αλλ' ἆρα, ἃ μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτ ̓ ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι εἰς τὴν διάνοιαν λαβεῖν ὡς ὁ Σωκράτης « Θεαίτητος ἢ ὁ Θεαίτητος Σωκράτης; ΘΕΑΙ. ' Καὶ πῶς ἄν; ΣΩ. Αλλ' οὐ μήν, ἅ γέ τις οἶδεν, οἶεταί που ἃ μὴ οἶδεν αὐτὰ εἶναι, οὐδ ̓ αὖ ἃ μὴ οἶδεν, ἃ οἶδε. ΘΕΑΙ. Τέρας γὰρ ἔσται. ΣΩ. Πῶς οὖν ἄν τις ἔτι ψευδῆ δοξάσειεν ; ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντ ̓ ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι. ΘΕΑΙ. ̓Αληθέστατα. ΣΩ. Αρ' οὖν οὐ ταύτῃ σκεπτέον ὃ ζητοῦμεν, κατὰ τὸ εἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ D κατὰ τὸ εἶναι ' καὶ μή; ΘΕΑΙ. Πώς λέγεις; ΣΩ.

« PreviousContinue »