Page images
PDF
EPUB

νεται ἔχων κατὰ ταὐτά, ὃ αἰσθάνεται· καὶ ὃ αὖ μὴ οἶδε Ο μηδὲ ' αἰσθάνεται, ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται· καὶ ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται, ὃ μὴ οἶδε· καὶ ὃ μὴ οἶδε μηδὲ αἰσθάνεται, ὃ μὴ αἰσθάνεται. πάντα ταῦτα ὑπερβάλλει ἀδυναμίᾳ τοῦ ἐν αὐτοῖς ψευδῆ τινα δοξάσαι. λείπεται δὴ ἐν τοῖς τοιοῖσδε, εἴπερ που ἄλλοθι, τὸ τοιοῦτον γενέσθαι. ΘΕΑΙ. Ἐν τίσι δή; ἐὰν ἄρα ἐξ αὐτῶν τι μᾶλλον μάθω· νῦν μὲν γὰρ οὐχ ἕπομαι. ΣΩ. Ἐν οἷς οἶδεν, οἰηθῆναι αὐτὰ ἕτερ ̓ ἄττα εἶναι ὧν οἶδε καὶ αἰσθά D νεται ἢ ὧν μὴ οἶδεν, αἰσθάνεται δέ· ἢ ὧν ' οἶδε καὶ αἰσθάνεται, ὧν οἶδεν αὖ καὶ αἰσθάνεται. ΘΕΑΙ. Νῦν πολὺ πλεῖον ἀπελείφθην ἢ τότε. XXXIV. ΣΩ. Ὧδε δὴ ἀνάπαλιν ἄκουε. ἐγὼ εἰδὼς Θεόδωρον καὶ ἐν ἐμαυτῷ μεμνημένος οἷός ἐστι, καὶ Θεαίτητον κατὰ ταὐτά, ἄλλο τι ἐνίοτε μὲν ὁρῶ αὐτούς, ἐνίοτε δὲ οὔ, καὶ ἅπτομαί ποτ ̓ αὐτῶν, τοτὲ δ ̓ οὔ, καὶ ἀκούω ἤ τινα ἄλλην αἴσθησιν αἰσθάνομαι, τοτὲ δ' αἴσθησιν μὲν οὐδεμίαν ἔχω περὶ ὑμῶν, μέμνημαι δὲ ὑμᾶς οὐδὲν ἧττον καὶ ἐπίσταμαι Ε αὐτὸς ἐν ἐμαυτῷ; ΘΕΑΙ. Πάνυ ' μὲν οὖν. ΣΩ. Τοῦτο τοίνυν πρῶτον μαθὲ ὧν βούλομαι δηλῶσαι, ὡς ἔστι μὲν ἃ οἶδε μὴ αἰσθάνεσθαι, ἔστι δὲ αἰσθάνεσθαι. ΘΕΑΙ. Αληθή. ΣΩ. Οὐκοῦν καὶ ἃ μὴ οἶδε, πολλάκις μὲν ἔστι μηδὲ αἰσθάνεσθαι, πολλάκις δὲ αἰσθάνεσθαι μόνον ; ΘΕΑΙ. Ἔστι καὶ τοῦτο. ΣΩ. Ἰδὲ δὴ ἐάν τι μᾶλλον 193 νῦν ἐπίσπῃ. Σωκράτης ἐπιγιγνώσκει * Θεόδωρον καὶ Θεαίτητον, ὁρᾷ δὲ μηδέτερον, μηδὲ ἄλλη αἴσθησις αὐτῷ πάρεστι περὶ αὐτῶν· οὐκ ἄν ποτε ἐν ἑαυτῷ δοξάσειεν ὡς ὁ Θεαίτητος ἐστὶ Θεόδωρος. λέγω τι ἢ οὐδέν; ΘΕΑΙ. Ναί, ἀληθῆ γε. ΣΩ. Τοῦτο μὲν τοίνυν ἐκείνων πρῶτον ἦν ὧν ἔλεγον. ΘΕΑΙ. Ην γάρ. ΣΩ. Δεύτερον

τοίνυν, ὅτι τὸν μὲν γιγνώσκων ὑμῶν, τὸν δὲ μὴ γιγνώ

αν

σκων, αἰσθανόμενος δὲ μηδέτερον, οὐκ ἄν ποτε αὖ οἰηθείην, ὃν οἶδα, εἶναι ὃν μὴ οἶδα. ΘΕΑΙ. Ορθῶς. ΣΩ. Τρίτον δέ, μηδέτερον γιγνώσκων μηδὲ αἰσθανό μενος οὐκ ἂν οἰηθείην, ὃν μὴ οἶδα, ἕτερόν τιν' εἶναι Β ὧν μὴ οἶδα. καὶ τἆλλα τὰ πρότερα πάνθ' ἑξῆς νόμιζε πάλιν ἀκηκοέναι, ἐν οἷς οὐδέποτ ̓ ἐγὼ περὶ σοῦ καὶ Θεοδώρου τὰ ψευδῆ δοξάσω, οὔτε γιγνώσκων οὔτε ἀγνοῶν ἄμφω, οὔτε τὸν μέν, τὸν δ ̓ οὐ γιγνώσκων. καὶ περὶ αἰσθήσεων κατὰ ταὐτά, εἰ ἄρα ἔπει. ΘΕΑΙ. Επομαι. ΣΩ. Λείπεται τοίνυν τὰ ψευδῆ δοξάσαι ἐν τῷδε, ὅταν γιγνώσκων σὲ καὶ Θεόδωρον, καὶ ἔχων ἐν ἐκείνῳ τῷ κηρίνῳ ' ὥσπερ δακτυλίων σφῶν ἀμφοῖν τὰ ε σημεῖα, διὰ μακροῦ καὶ μὴ ἱκανῶς ὁρῶν ἄμφω προθυμηθῶ, τὸ οἰκεῖον ἑκατέρου σημεῖον ἀποδοὺς τῇ οἰκείᾳ ὄψει, ἐμβιβάσας προσαρμόσαι εἰς τὸ ἑαυτῆς ἴχνος, ἵνα γένηται ἀναγνώρισις, εἶτα τούτων ἀποτυχὼν καὶ ὥσπερ οἱ ἔμπαλιν ὑποδούμενοι παραλλάξας προσβάλω τὴν ἑκατέρου ὄψιν πρὸς τὸ ἀλλότριον σημεῖον, ἢ καὶ οἷα τὰ ἐν τοῖς κατόπτροις τῆς ὄψεως πάθη, δεξιὰ εἰς ἀριστερὰ μεταῤῥεούσης, ταὐτὸν ' παθὼν διαμάρτω D τότε δὴ συμβαίνει ἡ ἑτεροδοξία καὶ τὸ ψευδῆ δοξάζειν. ΘΕΑΙ. Ἔοικε γάρ, ὦ Σώκρατες, θαυμασίως ᾧ λέγεις τὸ τῆς δόξης πάθος. ΣΩ. Ἔτι τοίνυν καὶ ὅταν ἀμφοτέρους γιγνώσκων τὸν μὲν πρὸς τῷ γιγνώσκειν αἰσθάνωμαι, τὸν δὲ μή, τὴν δὲ γνῶσιν τοῦ ἑτέρου μὴ κατὰ τὴν αἴσθησιν ἔχω, ὃ ἐν τοῖς πρόσθεν οὕτως ἔλεγον καί μου τότε οὐκ ἐμάνθανες. ΘΕΑΙ. Οὐ γὰρ οὖν. ΣΩ. Τοῦτο μὴν ἔλεγον, ὅτι γιγνώσκων τὸν ἕτερον καὶ · αἰσθανόμενος, καὶ τὴν γνῶσιν κατὰ τὴν αἴσθησιν αὐ- Ε τοῦ ἔχων, οὐδέποτε οἰήσεται εἶναι αὐτὸν ἕτερόν τινα ὧν γιγνώσκει τε καὶ αἰσθάνεται καὶ τὴν γνῶσιν αὐ

καὶ ἐκείνου ἔχει κατὰ τὴν αἴσθησιν. ἦν γὰρ τοῦτο; ΘΕΑΙ. Ναί. ΣΩ. Παρελείπετο δέ γέ που τὸ νῦν λεγόμενον, ἐν ᾧ δὴ φαμὲν τὴν ψευδῆ δόξαν γίγνεσθαι τὸ ἄμφω γιγνώσκοντα καὶ ἄμφω ὁρῶντα ἤ τινα ἄλλην 194 * αἴσθησιν ἔχοντα ἀμφοῖν τω σημείω μὴ κατὰ τὴν αὐτ τοῦ αἴσθησιν ἑκάτερον ἔχειν, ἀλλ ̓ οἷον τοξότην φαῦλον ἱέντα παραλλάξαι τοῦ σκοποῦ καὶ ἁμαρτεῖν, ὃ δὴ καὶ ψεῦδος ἄρα ὠνόμασται. ΘΕΑΙ. Εἰκότως γε. ΣΩ. Καὶ ὅταν τοίνυν τῷ μὲν παρῇ αἴσθησις τῶν σημείων, τῷ δὲ μή, τὸ δὲ τῆς ἀπούσης αἰσθήσεως τῇ παρούσῃ προσαρμόσῃ, πάντῃ ταύτῃ ψεύδεται ἡ διάνοια.

καὶ ἑνὶ

λόγῳ, περὶ ὧν μὲν μὴ οἶδέ τις μηδὲ ᾔσθετο πώποτε, οὐκ ἔστιν, ' ὡς ἔοικεν, οὔτε ψεύδεσθαι οὔτε ψευδὴς Β δόξα, εἴ τι νῦν ἡμεῖς ὑγιὲς λέγομεν· περὶ δὲ ὧν ἴσμεν τε καὶ αἰσθανόμεθα, ἐν αὐτοῖς τούτοις στρέφεται καὶ ἑλίττεται ἡ δόξα ψευδὴς καὶ ἀληθὴς γιγνομένη, και ταντικρὺ μὲν καὶ κατὰ τὸ εὐθὺ τὰ οἰκεῖα συνάγουσα ἀποτυπώματα καὶ τύπους, ἀληθής, εἰς πλάγια δὲ καὶ σκολιὰ ψευδής. ΘΕΑΙ. Οὐκοῦν καλῶς, ὦ Σώκρατες, λέγεται; ΣΩ. Ἔτι τοίνυν καὶ τάδε ἀκούσας ' μᾶλλον Ο αὐτὸ ἐρεῖς. τὸ μὲν γὰρ τἀληθὲς δοξάζειν καλόν, τὸ δὲ ψεύδεσθαι αἰσχρόν. ΘΕΑΙ. Πῶς δ ̓ οὔ; ΣΩ. Ταῦτα τοίνυν φασὶν ἐνθένδε γίγνεσθαι. ὅταν μὲν ὁ κηρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος ᾖ, τὰ ἰόντα διὰ τῶν αἰσθήσεων, ἐνσημαινόμενα εἰς τοῦτο τὸ τῆς ψυχῆς κέαρ, ὃ ἔφη Ομηρος αἰνιττόμενος τὴν τοῦ κηροῦ ὁμοιότητα, τότε μὲν καὶ τούτοις καθαρὰ τὰ ' σημεῖα ἐγγιγνόμενα καὶ ἱκανῶς D τοῦ βάθους ἔχοντα πολυχρόνιά τε γίγνεται καὶ εἰσὶν οἱ τοιοῦτοι πρῶτον μὲν εὐμαθεῖς, ἔπειτα μνήμονες, εἶτα οὐ παραλλάττουσι τῶν αἰσθήσεων τὰ σημεῖα, ἀλλὰ

δοξάζουσιν ἀληθῆ. σαφῆ γὰρ καὶ ἐν εὐρυχωρίᾳ ὄντα ταχὺ διανέμουσιν ἐπὶ τὰ αὑτῶν ἕκαστα ἐκμαγεία, ἃ δὴ ὄντα καλεῖται. καὶ σοφοὶ δὴ οὗτοι καλοῦνται. ἢ οὐ δοκεῖ σοι; ΘΕΑΙ. Ὑπερφυῶς μὲν οὖν. ΣΩ. Ὅταν · τοίνυν λάσιόν του τὸ κέαρ ᾖ, ὃ δὴ ἐπήνεσεν ὁ πάντα Ε σοφὸς ποιητής, ἢ ὅταν κοπρώδες καὶ μὴ καθαροῦ τοῦ κηροῦ, ἡ ὑγρὸν σφόδρα ἢ σκληρόν, ὧν μὲν ὑγρόν, εὐμαθεῖς μέν, ἐπιλήσμονες δὲ γίγνονται, ὧν δὲ σκληρόν, τἀναντία. οἱ δὲ δὴ λάσιον καὶ τραχὺ λιθώδές τε ἢ γῆς ἢ κόπρου συμμιγείσης ἔμπλεων ἔχοντες ἀσαφῆ τὰ ἐκμαγεία ἴσχουσιν. ἀσαφῆ δὲ καὶ οἱ τὰ σκληρά· βάθος γὰρ οὐκ ἔνι. ἀσαφῆ δὲ καὶ οἱ τὰ ὑγρά· ὑπὸ γὰρ τοῦ συγχεῖσθαι ταχὺ * γίγνεται αμυδρά. ἐὰν δὲ πρὸς πᾶσι 195 τούτοις ἐπ ̓ ἀλλήλων συμπεπτωκότα ᾖ ὑπὸ στενοχω ρίας, ἐάν του σμικρὸν ᾖ τὸ ψυχάριον, ἔτι ἀσαφέστερα ἐκείνων. πάντες οὖν οὗτοι γίγνονται οἷοι δοξάζειν ψευδῆ. ὅταν γάρ τι ὁρῶσιν ἢ ἀκούωσιν ἢ ἐπινοῶσιν, ἕκαστα ἀπονέμειν ταχὺ ἑκάστοις οὐ δυνάμενοι βραδείς τέ εἰσι καὶ ἀλλοτριονομοῦντες παρορωσί τε καὶ παρακούουσι καὶ παρανοοῦσι πλεῖστα, καὶ καλοῦνται αὖ οὗτοι ἐψευσμένοι τε δὴ τῶν ὄντων καὶ ἀμαθεῖς. ΘΕΑΙ. Ορ- Β θότατα ἀνθρώπων λέγεις, ὦ Σώκρατες. ΣΩ. Φώμεν ἄρα ἐν ἡμῖν ψευδεῖς δόξας εἶναι; ΘΕΑΙ. Σφόδρα γε. ΣΩ. Καὶ ἀληθεῖς δή; ΘΕΑΙ. Καὶ ἀληθεῖς. ΣΩ. Ἤδη οὖν οἰόμεθα ἱκανῶς ὡμολογῆσθαι, ὅτι παντὸς μᾶλλον ἐστὸν ἀμφοτέρα τούτω τω δόξα; ΘΕΑΙ. Υπερφυώς μὲν οὖν. XXXV. ΣΩ. Δεινόν τε, ώ Θεαίτητε, ὡς ἀληθῶς κινδυνεύει καὶ ἀηδὲς εἶναι ἀνὴρ ἀδολέσχης. ΘΕΑΙ. Τί δαί; πρὸς τί τοῦτ ̓ εἶπες; ΣΩ. Τὴν έμαυ- c τοῦ δυσμαθίαν δυσχεράνας καὶ ὡς ἀληθῶς ἀδολεσχίαν. τί γὰρ ἄν τις ἄλλο θεῖτο ὄνομα, ὅταν ἄνω κάτω τοὺς

λόγους ἕλκῃ τις ὑπὸ νωθείας οὐ δυνάμενος πεισθῆναι, καὶ ᾖ δυσαπάλλακτος ἀφ' ἑκάστου λόγου; ΘΕΑΙ. Σὺ δὲ δὴ τί δυσχεραίνεις; ΣΩ. Οὐ δυσχεραίνω μόνον, ἀλλὰ καὶ δέδοικα ὅ τι ἀποκρινοῦμαι, ἄν τις ἔρηταί με Ὦ Σώκρατες, εὕρηκας δὴ ψευδῆ δόξαν, ὅτι οὔτε ἐν ταῖς αἰσθήσεσίν ἐστι πρὸς ἀλλήλας οὔτ ̓ ἐν ταῖς D διανοίαις, ἀλλ ̓ ἐν τῇ ' συνάψει αἰσθήσεως πρὸς διάνοιαν; Φήσω δὲ ἐγώ, οἶμαι, καλλωπιζόμενος ὥς τι εὑρηκότων ἡμῶν καλόν. ΘΕΑΙ. Ἔμοιγε δοκεῖ, ὦ Σώ κρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον. ΣΩ. Οὐκοῦν, φήσει, λέγεις, ὅτι αὖ τὸν ἄνθρωπον, ὃν διανοούμεθα μόνον, ὁρῶμεν δ ̓ οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλ ̓ οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ; Ταῦτα, οἶμαι, φήσω λέγειν. ΘΕΑΙ. Καὶ ὀρθῶς ΣΩ. Τί οὖν ; ' φήσει τὰ ἕνδεκα, ἃ μηδὲν ἄλλο ή διανοεῖταί τις, ἄλλο τι ἐκ τούτου τοῦ λόγου οὐκ ἂν ποτε οἰηθείη δώδεκα εἶναι, ἃ μόνον αὖ διανοεῖται; ἴθι οὖν δή, σὺ ἀποκρίνου. ΘΕΑΙ. Αλλ ̓ ἀποκρινοῦμαι, ὅτι ὁρῶν μὲν ἄν τις ἢ ἐφαπτόμενος οἰηθείη τὰ ἕνδεκα δώδεκα εἶναι, ἃ μέντοι ἐν τῇ διανοίᾳ ἔχει, οὐκ ἄν ποτε περὶ αὐτῶν ταῦτα δοξάσειεν οὕτω. ΣΩ. Τί οὖν; οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ ἑπτά, λέγω δὲ 196 * μὴ ἀνθρώπους ἑπτὰ καὶ πέντε προθέμενον σκοπεῖν μηδ ̓ ἄλλο τοιοῦτον, ἀλλ ̓ αὐτὰ πέντε καὶ ἑπτά, ἅ φαμεν ἐκεῖ μνημεῖα ἐν τῷ ἐκμαγείῳ εἶναι καὶ ψευδῆ ἐν αὐτοῖς οὐκ εἶναι δοξάσαι, ταῦτα αὐτὰ εἴ τις ἀνθρώπων ἤδη πώποτε ἐσκέψατο λέγων πρὸς αὑτὸν καὶ ἐρωτῶν, πόσα ποτ ̓ ἐστί, καὶ ὁ μέν τις εἶπεν οἰηθεὶς ἕνδεκα αὐτὰ εἶναι, ὁ δὲ δώδεκα ἢ πάντες λέγουσί τε καὶ οἴονται δώδεκα αὐτὰ εἶναι; ΘΕΑΙ. Οὐ μὰ τὸν Δία, ἀλλὰ

Ε γε.

« PreviousContinue »