Page images
PDF
EPUB

πολλοὶ δὴ καὶ ἕνδεκα. ' ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ Β τις σκοπῆται, μᾶλλον σφάλλεται. οἶμαι γάρ σε περὶ παντὸς μᾶλλον ἀριθμοῦ λέγειν. ΣΩ. Ὀρθῶς γὰρ οἴει. καὶ ἐνθυμοῦ, μή τί ποτε γίγνεται ἄλλο ἢ αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι. ΘΕΑΙ. Εοικέ γε. ΣΩ. Οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους; ὁ γὰρ τοῦτο παθών, ὃ οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ὃ ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι ἡ ψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ ὁ α αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα. ΘΕΑΙ. Αληθέστατα. ΣΩ. Οὐκοῦν ἄλλ ̓ ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν ἢ διανοίας πρὸς αἴσθησιν παραλλαγήν. εἰ γὰρ τοῦτ ̓ ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα· νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, ἢ ἅ τις οἶδεν, οἷόν τε μὴ εἰδέναι. καὶ τούτων πότερα αἱρεῖ; ΘΕΑΙ. Απορον αἵρεσιν προτίθης, ὦ Σώκρατες. ΣΩ. ̓Αλλὰ μέντοι ἀμφότερά ' γε κινδυ- D νεύει ὁ λόγος οὐκ ἐάσειν. ὅμως δέ, πάντα γὰρ τολμητέον, τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν; ΘΕΑΙ. Πῶς; ΣΩ. Εθελήσαντες εἰπεῖν, ποῖόν τί ποτ ̓ ἐστὶ τὸ ἐπίστασθαι. ΘΕΑΙ. Καὶ τί τοῦτο ἀναίσχυντον; ΣΩ. Ἔοικας οὐκ ἐννοεῖν, ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος ζήτησις γέγονεν ἐπιστήμης, ὡς οὐκ εἰδόσι, τί ποτ' ἐστίν. ΘΕΑΙ. Ἐννοῶ μὲν οὖν. ΣΩ. Ἔπειτ ̓ οὐκ ἀναιδὲς δοκεῖ, μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν; ἀλλὰ γάρ, ώ Θεαίτητε, ' πάλαι Ε ἐσμὲν ἀνάπλεῳ τοῦ μὴ καθαρῶς διαλέγεσθαι. μυριάκις γὰρ εἰρήκαμεν τὸ γιγνώσκομεν καὶ οὐ γιγνώσκομεν, καὶ ἐπιστάμεθα καὶ οὐκ ἐπιστάμεθα, ὥς τι συνιέντες ἀλλήλων ἐν ᾧ ἔτι ἐπιστήμην ἀγνοοῦμεν. εἰ δὲ βούλει, καὶ νῦν ἐν τῷ παρόντι κεχρήμεθ ̓ αὖ τῷ ἀγνοεῖν τε

καὶ συνιέναι, ὡς προσῆκον αὐτοῖς χρῆσθαι, εἴπερ στερόμεθα ἐπιστήμης. ΘΕΑΙ. ̓Αλλὰ τίνα τρόπον δια197 λέξει, ὦ Σώκρατες, τούτων ἀπεχόμενος; ΣΩ. * Οὐδένα ὤν γε ὃς εἰμί· εἰ μέντοι ἦν ἀντιλογικός, οἷος ἀνὴρ εἰ καὶ νῦν παρῆν, τούτων τ ̓ ἂν ἔφη ἀπέχεσθαι καὶ ἡμῖν σφόδρ ̓ ἂν ἃ ἐγὼ λέγω ἐπέπληττεν. ἐπειδὴ οὖν ἐσμὲν φαῦλοι, βούλει τολμήσω εἰπεῖν, οἷόν ἐστι τὸ ἐπίστασθαι; φαίνεται γάρ μοι προύργου τι ἂν γενέσθαι. ΘΕΑΙ. Τόλμα τοίνυν νὴ Δία. τούτων δὲ μὴ ἀπεχομένῳ σοι ἔσται πολλὴ συγγνώμη. XXXVI. ΣΩ. ̓Ακήκοας οὖν ὃ νῦν λέγουσι τὸ ἐπίστασθαι; ΘΕΑΙ. Ἴσως οὐ μέντοι ἔν γε τῷ παρόντι μνημονεύω. ΣΩ. ΕπιΒ στήμης που ' ἕξιν φασὶν αὐτὸ εἶναι. ΘΕΑΙ. Αληθῆ. ΣΩ. Ἡμεῖς τοίνυν σμικρὸν μεταθώμεθα καὶ εἴπωμεν ἐπιστήμης κτῆσιν. ΘΕΑΙ. Τί οὖν δὴ φήσεις τοῦτο ἐκείνου διαφέρειν; ΣΩ. Ἴσως μὲν οὐδέν· ὃ δ ̓ οὖν δοκεῖ, ἀκούσας συνδοκίμαζε. ΘΕΑΙ. Ἐάν πέρ γε οἷός Τ' ὦ. ΣΩ. Οὐ τοίνυν μοι ταὐτὸν φαίνεται τὸ κεκτῆσθαι τῷ ἔχειν. οἷον εἰ ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φοροῖ, ἔχειν μὲν οὐκ ἂν αὐτὸν αὐτό, κεκτῆσθαι σ δέ γε φαίμεν. ΘΕΑΙ. Καὶ ὀρθῶς γε. ΣΩ. Ορα 1 δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτω κεκτημένον μὴ ἔχειν, ἀλλ ̓ ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς ἤ τι ἄλλο, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερεώνα τρέφοι. τρόπον μὲν γὰρ ἄν πού τινα φαῖμεν αὐτὸν αὐτὰς ἀεὶ ἔχειν, ὅτι δὴ κέκτηται. ή γάρ; ΘΕΑΙ. Ναί. ΣΩ. Τρόπον δέ γ ̓ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν οἰκείῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο, λαβεῖν καὶ σχεῖν, D ἐπειδὰν βούληται, " θηρευσαμένῳ ἣν ἂν ἀεὶ ἐθέλῃ, καὶ πάλιν ἀφιέναι· καὶ τοῦτο ἐξεῖναι ποιεῖν, ὁποσάκις ἂν

ΘΕΑΙ. Ἔστι ταῦτα.

ΣΩ. Πάλιν δή,

δοκῇ αὐτῷ. ὥσπερ ἐν τοῖς πρόσθεν κήρινόν τι ἐν ταῖς ψυχαῖς κατεσκευάζομεν οὐκ οἶδ' ὅ τι πλάσμα, νῦν αὖ ἐν ἑκάστῇ ψυχῇ ποιήσωμεν περιστερεωνά τινα παντοδαπών ὀρνίθων, τὰς μὲν κατ ̓ ἀγέλας οὔσας χωρὶς τῶν ἄλλων, τὰς δὲ κατ' ὀλίγας, ἐνίας δὲ μόνας διὰ πασῶν, ὅπῃ ἂν τύχωσι, πετομένας. ΘΕΑΙ. ' Πεποιήσθω δή. ἀλλὰ Ε τί τοὐντεῦθεν; ΣΩ. Παιδίων μὲν ὄντων φάναι χρὴ εἶναι τοῦτο τὸ ἀγγεῖον κενόν, ἀντὶ δὲ τῶν ὀρνίθων ἐπιστήμας νοῆσαι· ἣν δ ̓ ἂν ἐπιστήμην κτησάμενος καθείρξῃ εἰς τὸν περίβολον, φάναι αὐτὸν μεμαθηκέναι ἢ εὑρηκέναι τὸ πρᾶγμα, οὗ ἦν αὕτη ἡ ἐπιστήμη, καὶ τὸ ἐπίστασθαι τοῦτ ̓ εἶναι. ΘΕΑΙ. Ἔστω. ΣΩ. Τὸ τοίνυν πάλιν ἣν ἂν * βούληται τῶν ἐπιστημῶν θηρεύειν 193 καὶ λαβόντα ἴσχειν καὶ αὖθις ἀφιέναι σκόπει τίνων δεῖται ὀνομάτων, εἴτε τῶν αὐτῶν ὧν τὸ πρῶτον, ὅτε ἐκτατο, εἴτε ἑτέρων. μαθήσει δ ̓ ἐντεῦθεν σαφέστε ρον, τί λέγω. ἀριθμητικὴν μὲν γὰρ λέγεις τέχνην ; ΘΕΑΙ. Ναί. ΣΩ. Ταύτην δὴ ὑπόλαβε θήραν ἐπιστημῶν ἀρτίου τε καὶ περιττοῦ παντός. ΘΕΑΙ. Υπολαμβάνω. ΣΩ. Ταύτῃ δή, οἶμαι, τῇ τέχνῃ αὐτός τε ὑποχειρίους τὰς ἐπιστήμας τῶν ἀριθμῶν ' ἔχει καὶ Β ἄλλῳ παραδίδωσιν ὁ παραδιδούς. ΘΕΑΙ. Ναί. ΣΩ. Καὶ καλοῦμέν γε παραδιδόντα μὲν διδάσκειν, παραλαμβάνοντα δὲ μανθάνειν, ἔχοντα δὲ δὴ τῷ κεκτῆσθαι ἐν τῷ περιστερεῶνι ἐκείνῳ ἐπίστασθαι. ΘΕΑΙ. Πάνυ μὲν οὖν. ΣΩ. Τῷ δὲ δὴ ἐντεῦθεν ἤδη πρόσσχες τὸν νοῦν. ἀριθμητικὸς γὰρ ὢν τελέως ἄλλο τι πάντας ἀριθμοὺς ἐπίσταται; πάντων γὰρ ἀριθμῶν εἰσὶν αὐτῷ ἐν τῇ ψυχῇ ἐπιστῆμαι. ΘΕΑΙ. Τί μήν; ΣΩ. Η ' οὖν ο ὁ τοιοῦτος ἀριθμοῖ ἄν ποτέ τι ἢ αὐτὸ πρὸς αὑτὸν ἢ

ἄλλο τι τῶν ἔξω, ὅσα ἔχει ἀριθμόν; ΘΕΑΙ. Πώς γὰρ οὔ; ΣΩ. Τὸ δὲ ἀριθμεῖν γε οὐκ ἄλλο τι θήσομεν τοῦ σκοπεῖσθαι, πόσος τις ἀριθμὸς τυγχάνει ὤν. ΘΕΑΙ. Οὕτω. ΣΩ. Ὁ ἄρα ἐπίσταται, σκοπούμενος φαίνεται ὡς οὐκ εἰδώς, ὃν ὡμολογήκαμεν ἅπαντα ἀριθμὸν εἰδέ ναι. ἀκούεις γάρ που τὰς τοιαύτας ἀμφισβητήσεις. ΘΕΑΙ. Ἔγωγε. XXXVII. ΣΩ. Οὐκοῦν ἡμεῖς ἀπειD Ο κάζοντες τῇ τῶν ' περιστερῶν κτήσει τε καὶ θήρα ἐροῦμεν, ὅτι διττὴ ἦν ἡ θήρα, ἡ μὲν πρὶν ἐκτῆσθαι τοῦ κεκτῆσθαι ἕνεκα, ἡ δὲ κεκτημένῳ τοῦ λαβεῖν καὶ ἔχειν ἐν ταῖς χερσὶν ἃ πάλαι ἐκέκτητο. οὕτω δὲ καὶ ὧν πάλαι ἐπιστῆμαι ἦσαν αὐτῷ μαθόντι καὶ ἠπίστατο αὐτά, πάλιν ἔστι καταμανθάνειν ταὐτὰ ταῦτα ἀναλαμβάνοντα τὴν ἐπιστήμην ἑκάστου καὶ ἴσχοντα, ἣν ἐκέκτητο μὲν πάλαι, πρόχειρον δ ̓ οὐκ εἶχε τῇ διανοίᾳ; ΘΕΑΙ. Αληθῆ. ΣΩ. Τοῦτο δὴ ἄρτι ἠρώτων, Ε ὅπως ' χρὴ τοῖς ὀνόμασι χρώμενον λέγειν περὶ αὐτῶν, ὅταν ἀριθμήσων ἴῃ ὁ ἀριθμητικὸς ἤ τι αναγνωσόμενος ὁ γραμματικός. ὡς ἐπιστάμενος ἄρα ἐν τῷ τοιούτῳ πάλιν ἔρχεται μαθησόμενος παρ ̓ ἑαυτοῦ ἃ ἐπίσταται ; ΘΕΑΙ. Αλλ ̓ ἄτοπον, ὦ Σώκρατες. ΣΩ. Αλλ ̓ ἃ οὐκ ἐπίσταται φῶμεν αὐτὸν ἀναγνώσεσθαι καὶ ἀριθμήσειν, δεδωκότες αὐτῷ πάντα μὲν γράμματα, πάντα δὲ 199 ἀριθμὸν ἐπίστασθαι; ΘΕΑΙ. ̓Αλλὰ καὶ τοῦτ ̓ * ἄλογον. ΣΩ. Βούλει οὖν λέγωμεν, ὅτι τῶν μὲν ὀνομάτων οὐδὲν ἡμῖν μέλει, ὅπῃ τις χαίρει ἕλκων τὸ ἐπίστασθαι καὶ μανθάνειν, ἐπειδὴ δὲ ὡρισάμεθα ἕτερον μὲν τι τὸ κεκτῆσθαι τὴν ἐπιστήμην, ἕτερον δὲ τὸ ἔχειν, ὃ μέν τις ἔκτηται μὴ κεκτῆσθαι ἀδύνατόν φαμεν εἶναι, ὥστε οὐδέποτε συμβαίνει ὅ τις οἶδε μὴ εἰδέναι, ψευδῆ μέντοι δόξαν οἷόν τ' είναι περὶ αὐτοῦ λαβεῖν; μὴ γὰρ ἔχειν

THE ATEXUS

τὴν ἐπιστήμην ' τούτου οἷόν τε, ἀλλ ̓ ἑτέραν ἀντ ̓ ἐκεί- Β νης, ὅταν θηρεύων τινὰ ἀπ ̓ αὐτοῦ ἐπιστήμην διαπε τομένων ἀνθ ̓ ἑτέρας ἑτέραν ἁμαρτων λάβῃ, ὅτε ἄρα τὰ ἕνδεκα δώδεκα ᾠήθη εἶναι, τὴν τῶν ἕνδεκα ἐπιστήμην ἀντὶ τῆς τῶν δώδεκα λαβών, τὴν ἐν ἑαυτῷ οἷον φάτ ταν ἀντὶ περιστερᾶς. ΘΕΑΙ. Ἔχει γὰρ οὖν λόγον. ΣΩ. Ὅταν δέ γε ἣν ἐπιχειρεῖ λαβεῖν λάβῃ, ἀψευδεῖν τε καὶ τὰ ὄντα δοξάζειν τότε, καὶ οὕτω δὴ εἶναι ἀληθῆ τε καὶ ψευδὴ δόξαν, καὶ ὧν ἐν τοῖς ' πρόσθεν ἐδυσ- C χεραίνομεν οὐδὲν ἐμποδὼν γίγνεσθαι; ἴσως οὖν μοι συμφήσεις. ἢ πῶς ποιήσεις; ΘΕΑΙ. Οὕτως. ΣΩ. Καὶ γὰρ τοῦ μὲν ἃ ἐπίσταται μὴ ἐπίστασθαι ἀπηλλάγμεθα· ἃ γὰρ κεκτήμεθα μὴ κεκτῆσθαι οὐδαμοῦ ἔτι συμβαίνει, οὔτε ψευσθεῖσί τινος οὔτε μή. δεινότερον μέντοι πάθος ἄλλο παραφαίνεσθαί μοι δοκεῖ. ΘΕΑΙ. Τὸ ποῖον ; ΣΩ. Εἰ ἡ τῶν ἐπιστημῶν μεταλλαγὴ ψευδὴς γενήσεταί ποτε δόξα. ΘΕΑΙ. Πῶς δή; ΣΩ. 1 Πρῶτον μὲν τό τινος ἔχοντα ἐπιστήμην τοῦτο αὐτὸ D ἀγνοεῖν, μὴ ἀγνωμοσύνῃ ἀλλὰ τῇ ἑαυτοῦ ἐπιστήμη, ἔπειτα ἕτερον αὖ τοῦτο δοξάζειν, τὸ δ ̓ ἕτερον τοῦτο, πῶς οὐ πολλὴ ἀλογία, ἐπιστήμης παραγενομένης γνῶναι μὲν τὴν ψυχὴν μηδέν, ἀγνοῆσαι δὲ πάντα; ἐκ γὰρ τούτου τοῦ λόγου κωλύει οὐδὲν καὶ ἄγνοιαν παραγενομένην γνῶναί τι ποιῆσαι καὶ τυφλότητα ἰδεῖν, εἴπερ καὶ ἐπιστήμη ἀγνοῆσαί ποτέ τινα ποιήσει. ΘΕΑΙ. Ἴσως γάρ, ὦ Σώκρατες, οὐ καλῶς ' τὰς ὄρνιθας ἐτί- Ε θεμεν ἐπιστήμας μόνον τιθέντες, ἔδει δὲ καὶ ἀνεπιστημοσύνας τιθέναι ὁμοῦ συνδιαπετομένας ἐν τῇ ψυχῇ, καὶ τὸν θηρεύοντα τοτὲ μὲν ἐπιστήμην λαμβάνοντα, τοτὲ δ ̓ ἀνεπιστημοσύνην τοῦ αὐτοῦ πέρι ψευδῆ μὲν δοξάζειν τῇ ἀνεπιστημοσύνῃ, ἀληθῆ δὲ τῇ ἐπιστήμῃ.

« PreviousContinue »