Page images
PDF
EPUB
[merged small][ocr errors][merged small]

2-0. XeRoy reading for Gruen class

• Find Eng. trans. Missim + Expansin

von Harnack

-mail,

[ocr errors]
[blocks in formation]

κρατες,” ἔφη, "θνητὸν ἀθανασίας μετέχει, καί σῶμα καὶ τἆλλα

μή οὖν θαύμαζε

πάντα· ἀθάνατον δὲ ἄλλῃ. εἰ τὸ αὐτοῦ ἀποβλάστημα φύσει πᾶν τιμᾷ· ἀθανασίας γάρ χάριν παντί 5 αὕτη ἡ σπουδὴ καὶ ὁ ἔρως ἕπεται.”

ἐγὼ ἀκούσας τὸν λόγον ἐθαύμασά τε καὶ εἶπον

καὶ

[ocr errors]

ἦν δ ̓ ἐγώ, “ὦ σοφωτάτη Διοτίμα, ταῦτα

“εἶεν,

[ocr errors]

ἀληθῶς

ὡς οὕτως ἔχει; καὶ ἤ, ὥσπερ οἱ τέλεοι σοφισταί, “εὖ ἴσθι,” ἔφη, ὦ ε Σώκρατες· ἐπεί γε καὶ τῶν ἀνθρώπων εἰ ἐθέλεις εἰς τὴν φιλοτιμίαν βλέψαι, θαυμάζοις ἂν τῆς ἀλογίας περὶ ἃ ἐγὼ εἴρηκα εἰ μὴ ἐννοεῖς, ἐνθυμηθείς ὡς δεινῶς διάκεινται ἔρωτι τοῦ ὀνομαστοί γενέσθαι καὶ κλέος ἐς τὸν ἀεὶ χρόνον 5 ἀθάνατον καταθέσθαι, καὶ ὑπὲρ τούτου κινδύνους τε κινδυνεύειν ἕτοιμοί εἰσι πάντας ἔτι μᾶλλον ἢ ὑπέρ τῶν παίδων, και χρήματα αναλίσκειν καὶ πόνους πονεῖν ουστινασοῦν καὶ ὑπεραποθνήσκειν. ἐπεὶ οἴει σύ,” ἔφη, “Αλκηστιν ὑπὲρ Αδμήτου ἀποθανεῖν ἄν, ἢ Αχιλλέα Πατρόκλῳ ἐπαποθανεῖν, ἢ προαποθανεῖν τὸν ὑμέτερον Κόδρον ὑπὲρ τῆς βασιλείας τῶν παίδων, μὴ οἰομένους ἀθάνατον μνήμην 5 ἀρετῆς πέρι ἑαυτῶν ἔσεσθαι, ἣν νῦν ἡμεῖς ἔχομεν; πολλοῦ γε δεῖ,” ἔφη, “ἀλλ ̓ οἶμαι ὑπὲρ ἀρετῆς ἀθανάτου καὶ τοιαύτης δόξης εὐκλεους πάντες πάντα ποιοῦσιν, ὅσῳ ἂν ἀμείνους ὦσι, τοσούτῳ μᾶλλον· τοῦ γὰρ ἀθανάτου ἐρῶσιν. οἱ μὲν ε οὖν ἐγκύμονες,” ἔφη, “κατὰ τὰ σώματα ὄντες πρὸς τὰς γυναῖκας μᾶλλον τρέπονται καὶ ταύτῃ ἐρωτικοί εἰσιν, διὰ παιδογονίας ἀθανασίαν καὶ μνήμην καὶ εὐδαιμονίαν, ώς οἴονται, αὐτοῖς εἰς τὸν ἔπειτα χρόνον πάντα ποριζόμενοι· οἱ δὲ κατὰ τὴν ψυχήν – εἰσὶ γὰρ οὖν,” ἔφη, “οἱ ἐν ταῖς ψυχαῖς κυοῦσιν ἔτι 209 μᾶλλον ἢ ἐν τοῖς σώμασιν, ἃ ψυχῇ προσήκει καὶ κυῆσαι

καὶ τεκεῖν. τί οὖν προσήκει; φρόνησίν τε καὶ τὴν ἄλλην ἀρετήν· ὧν δή εἰσι καὶ οἱ ποιηταί πάντες γεννήτορες καὶ τῶν δημιουργῶν ὅσοι λέγονται ευρετικοί εἶναι. πολὺ δὲ 5 μεγίστη,” ἔφη, “καὶ καλλίστη τῆς φρονήσεως ἡ περὶ τὰ τῶν

b 4 ἀδύνατον τ κυεῖν τ

d 6 πέρι z: περι α: περί m a 6 τὰ z: τὰς a m

2 3 τεκεῖν α:

[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]
[blocks in formation]

Meiner Mutter

105238

« PreviousContinue »