Page images
PDF
EPUB

πιστεύεσθαι, ἐστὶ τὸ τῆς πίστεως ὑπάρχον. εἰ δέ τις οἴεται δεῖν, ὅτι χρήματ ̓ οὐκ ἔχομεν, μηδὲ δόξαν ἔχειν ἡμᾶς χρηστήν, οὐ καλῶς φρονεῖ. ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖς μάλιστα μὲν ἡμῖν καὶ χρήματα πολλὰ γενέσθαι, εἰ δὲ μή, τό γε πιστοῖς εἶναι καὶ βεβαίοις δοκεῖν διαμεῖναι.

Φέρε δὴ καὶ τὰς εὐπορίας, ἃς ἀναπαυομένους 26 τινὰς εὐπορήσειν οὗτοι φήσουσιν, εἰς δέον ὑμῖν γιγνομένας δείξω. ἴστε γὰρ δήπου τοῦθ ̓, ὅτι 465 τῶν τριηραρχιῶν οὐδείς ἐστ ̓ ἀτελὴς οὐδὲ τῶν εἰσφορῶν τῶν εἰς τὸν πόλεμον. οὐκοῦν ὁ πολλὰ κεκτημένος, οὗτος, ὅστις ἂν ᾖ, πόλλ ̓ εἰς ταῦτα συντελεῖ· πᾶσ ̓ ἀνάγκη. καὶ μὴν ὅτι δεῖ τὴν εὐπορίαν εἰς ταῦθ ̓ ὑπάρχειν πλείστην τῇ πόλει, πάντες ἂν ὁμολογήσειαν· παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιών δαπάνας ἡμέρας μέρος μικρὸν ἡ χάρις τοῖς θεωμένοις ἡμῶν, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει. ὥσθ ̓ ὅσον 27 ἐνθάδ ̓ ἀφίετε, ἐκεῖ κομίζεσθε, καὶ δίδοτ ̓ ἐν τιμῆς μέρει ταῦθ ̓ ἃ καὶ μὴ λαβοῦσιν ἔστιν ἔχειν τοῖς τοῦ τριηραρχεῖν ἄξια κεκτημένοις. ἀλλὰ μὴν ὅτι τῶν τριηραρχιῶν οὐδείς ἐστ ̓ ἀτελής, οἶμαι μὲν ὑμᾶς εἰδέναι πάντας, ὅμως δὲ καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνώσεται. λαβὲ τὸν περὶ τῶν τριηραρχιῶν νόμον καὶ λέγε τοῦτ ̓ αὐτό.

ΝΟΜΟΣ. Ατελῆ δὲ μηδένα εἶναι τριηραρχίας
πλὴν τῶν ἐννέα ἀρχόντων.

Ορᾶθ ̓ ὡς σαφῶς, ὦ ἄνδρες Αθηναῖοι, μηδέν' 28 εἶναι τριηραρχίας ἀτελῆ διείρηκεν ὁ νόμος πλὴν

29

τῶν ἐννέα ἀρχόντων. οὐκοῦν οἱ μὲν ἐλάττω κεκτημένοι τοῦ τριηραρχίας ἄξι ̓ ἔχειν ἐν ταῖς εἰσφοραῖς συντελοῦσιν εἰς τὸν πόλεμον, οἱ δ ̓ ἐφικνούμενοι τοῦ τριηραρχεῖν εἰς ἀμφότερ ̓ ὑμῖν ὑπάρξουσι χρήσιμοι, καὶ τριηραρχεῖν καὶ εἰσφέρειν. τίν' οὖν ῥᾳστώνην τοῖς πολλοῖς ὁ σός, ὦ Λεπτίνη, ποιεῖ νόμος, εἰ μιᾶς ἢ δυοῖν φυλαῖν ἕνα χορηγὸν καθίστησιν, ὃς ἀνθ' ἑνὸς ἄλλου τοῦθ ̓ ἅπαξ ποιήσας ἀπηλλάξεται ; ἐγὼ μὲν οὐχ ὁρῶ. τῆς δέ γ' αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν 466 πόλιν καὶ τῆς ἀπιστίας. οὔκουν ὅτε πολλῷ μείζονα βλάψει τῶν ὠφελειῶν ὧν ἔχει, προσήκει λελύσθαι παρὰ τοῖσδ ̓ αὐτόν ; ἔγωγ ̓ ἂν φαίην.

66

σε

Ἔτι δ ̓, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι ἐν τῷ νόμῳ διαρρήδην αὐτοῦ “ μηδένα μήτε τῶν πολιτῶν μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων εἶναι ἀτελῆ,” μὴ διειρῆσθαι δ ̓ ὅτου ἀτελῆ, χορηγίας ἢ τίνος ἄλλου τέλους, ἀλλ ̓ ἁπλῶς ἀτελῆ μηδένα πλὴν τῶν ἀφ' Αρμοδίου καὶ Αριστογείτονος,” καὶ ἐν μὲν τῷ “μηδένα” πάντας περιλαμβάνειν τοὺς ἄλλους, ἐν δὲ τῷ τῶν ξένων” μὴ διορίζειν “ τῶν οἰκούντων ̓Αθήνησιν,” ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου καὶ τοὺς παῖδας αὐτοῦ τὴν δωρεάν, ἣν ὑμεῖς ἔδοτ ̓ 30 αὐτοῖς. ἔστι μὲν γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρ ̓ ὑμῶν ποιήσει πολίτης· κατ ̓ οὐδέτερον δ ̓ αὐτῷ τὴν ἀτέλειαν ἔστ ̓ ἔχειν ἐκ τούτου τοῦ νόμου. καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τιν ̓ ἕκαστος ἡμῖν χρήσιμον αὑτὸν παρέσχεν, οὗτος δ ̓, ἂν σκοπῆτε, φανήσεται

συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθ ̓ ὧν μάλισθ'

ἡμῶν ἡ πόλις δεῖται. πλείστῳ τῶν πάντων ἀνθρώπων ἡμεῖς ἐπεισάκτῳ σίτῳ χρώμεθα. πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν ἄλλων ἐμπορίων ἀφικνούμενον ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν. εἰκότως· οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίγνεται, ἀλλὰ διὰ τὸ κύριον ὄντα τὸν Λεύκων ̓ αὐτοῦ τοῖς ἄγουσιν ̓Αθήναζε ἀτέλειαν δεδωκέναι, καὶ κηρύττειν πρώτους γεμίζεσθαι τοὺς ὡς ὑμᾶς πλέοντας. ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν ἅπασι δέδωκεν ὑμῖν. 467 τοῦτο δ ̓ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττε- 32 ται τοὺς παρ ̓ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρ ̓ ἐκείνου δεῦρ ̓ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντ ̓ εἰσίν· καὶ τοῦτ ̓ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεί τρισχιλίους. τοσούτου τοίνυν 33 δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρεὰν τὴν πόλιν, ὥστε προσκατασκευάσας ἐμπόριον Θευδοσίαν, ὅ φασιν οἱ πλέοντες οὐδ ̓ ὁτιοῦν χεῖρον εἶναι τοῦ Βοσπόρου, κανταῦθ ̓ ἔδωκε τὴν ἀτέλειαν ἡμῖν. καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλ ̓ ἂν ἔχων εἰπεῖν, ὅσ ̓ εὐεργέτηκεν ὑμᾶς οὗτος ἁνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι· ἀλλὰ προπέρυσι σιτοδείας παρὰ πᾶσιν ἀνθρώποις γενομένης οὐ μόνον ὑμῖν ἱκανὸν σῖτον ἀπέστειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκ ἀργυρίου τάλαντα, ἃ Καλλισθένης διώκησε, προσ

ἴστε γὰρ δήπου τοῦθ ̓, ὅτι 31

[ocr errors]

34 περιγενέσθαι. τί οὖν οἴεσθ ̓, ὦ ἄνδρες Αθηναῖοι, τοῦτον τὸν τοιοῦτον περὶ ὑμᾶς γεγενημένον, ἐὰν ἀκούσῃ νόμῳ τὴν ἀτέλειαν ὑμᾶς ἀφηρημένους αὐτὸν καὶ μηδ' ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι; ἆρ ̓ ἀγνοεῖθ ̓ ὅτι ὁ αὐτὸς νόμος οὗτος ἐκεῖνόν τ ̓ ἀφαιρήσεται τὴν ἀτέλειαν, κύριος ἂν γένηται, καὶ ὑμῶν τοὺς παρ ̓ ἐκείνου 35 σιτηγοῦντας ; οὐ γὰρ δήπου τοῦτό γ ̓ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρ ̓ ὑμῶν δωρεάς, ὑμῖν δὲ μένειν τὰς παρ' ἑαυτῷ. οὐκοῦν πρὸς πολλοῖς οἷς ὁ νόμος βλάψειν ὑμᾶς φαίνεται, καὶ προσαφαιρείται τι τῶν ὑπαρχόντων ἤδη. εἶθ ̓ ὑμεῖς ἔτι σκοπεῖτ ̓ 468 εἰ χρὴ τοῦτον ἐξαλείψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσ ματα τὰ περὶ τοῦ Λεύκωνος.

ΨΗΦΙΣΜΑΤΑ.

36 Ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκε τῆς ἀτελείας παρ' ὑμῶν ὁ Λεύκων, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δ ̓ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθ ̓ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δ ̓ ἐν Πειραιεῖ, τὴν δ ̓ ἐφ' Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον 37 τὸν δῆμον καθίστησιν ἑνὸς ἀνδρός. μὴ γὰρ οἴεσθ ̓ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας ἢ τούτων πάντων ὧν ἔχετ ̓ ἢ δεδώκατε συνθήκας, αἷς ὁ μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δ ̓ ἑστώσας

ἀκύρους πεποιηκότες, ὃ πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οἱτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν. φέρ' ἐὰν δὲ δὴ πέμψας 38 ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί πρὸς θεῶν ἐροῦμεν ἢ τί γράψει ποθ ̓ ὁ τὸ ψήφισμ ̓ ὑπὲρ ἡμῶν γράφων ; ὅτι νὴ Δί ̓ ἦσαν τῶν εὑρημένων τινὲς ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς 39 ταῦτ ̓ ἐκεῖνος, “ καὶ γὰρ Αθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτ ̓ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐπ,” οὐ δικαιότερ ̓ ἡμῶν ἐρεῖ; ἐμοὶ 469 γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντ' ἀφαιρεῖσθαι. καὶ μὴν οὐδ ̓ ὅπως οὐκ ἀντιδώσει 40 τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρ ̓ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπ ̓ αὔτ ̓ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λειτουργεῖν ἀναγκασθήσεται. ἔστι δ ̓ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλ ̓ ὅτι τὴν δωρεὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεί.

Οὐ τοίνυν, ὦ ἄνδρες Αθηναῖοι, μὴ Λεύκων 41 ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας εἵνεχ ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτ' ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παρ'

« PreviousContinue »