Page images
PDF
EPUB

συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθ ̓ ὧν μάλισθ'

ἡμῶν ἡ πόλις δεῖται.

ἴστε γὰρ δήπου τοῦθ ̓, ὅτι 31 πλείστῳ τῶν πάντων ἀνθρώπων ἡμεῖς ἐπεισάκτῳ πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν

σίτῳ χρώμεθα.

ἄλλων ἐμπορίων ἀφικνούμενον ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν. εἰκότως· οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίγνεται, ἀλλὰ διὰ τὸ κύριον ὄντα τὸν Λεύκων ̓ αὐτοῦ τοῖς ἄγουσιν ̓Αθήναζε ἀτέλειαν δεδωκέναι, καὶ κηρύττειν πρώτους γεμίζεσθαι τοὺς ὡς ὑμᾶς πλέοντας. ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν ἅπασι δέδωκεν ὑμῖν. 467 τοῦτο δ ̓ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττε- 32 ται τοὺς παρ ̓ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρ ̓ ἐκείνου δεῦρ ̓ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντ ̓ εἰσίν· καὶ τοῦτ ̓ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίους. τοσούτου τοίνυν 33 δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρεὰν τὴν πόλιν, ὥστε προσκατασκευάσας ἐμπόριον Θευδοσίαν, ὅ φασιν οἱ πλέοντες οὐδ ̓ ὁτιοῦν χεῖρον εἶναι τοῦ Βοσπόρου, κἀνταῦθ ̓ ἔδωκε τὴν ἀτέλειαν ἡμῖν. καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλ ̓ ἂν ἔχων εἰπεῖν, ὅσ ̓ εὐεργέτηκεν ὑμᾶς οὗτος ἀνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι· ἀλλὰ προπέρυσι σιτοδείας παρὰ πᾶσιν ἀνθρώποις γενομένης οὐ μόνον ὑμῖν ἱκανὸν σῖτον ἀπέστειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκ ἀργυρίου τάλαντα, ἃ Καλλισθένης διώκησε, προσ

34 περιγενέσθαι. τί οὖν οἴεσθ ̓, ὦ ἄνδρες Αθηναῖοι, τοῦτον τὸν τοιοῦτον περὶ ὑμᾶς γεγενημένον, ἐὰν ἀκούσῃ νόμῳ τὴν ἀτέλειαν ὑμᾶς ἀφηρημένους αὐτὸν καὶ μηδ' ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι ; ἆρ ̓ ἀγνοεῖθ ̓ ὅτι ὁ αὐτὸς νόμος οὗτος ἐκεῖνόν τ ̓ ἀφαιρήσεται τὴν ἀτέλειαν, κύριος ἂν γένηται, καὶ ὑμῶν τοὺς παρ ̓ ἐκείνου 35 σιτηγοῦντας ; οὐ γὰρ δήπου τοῦτό γ ̓ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρ' ὑμῶν δωρεάς, ὑμῖν δὲ μένειν τὰς παρ' ἑαυτῷ. οὐκοῦν πρὸς πολλοῖς οἷς ὁ νόμος βλάψειν ὑμᾶς φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. εἶθ ̓ ὑμεῖς ἔτι σκοπεῖτ ̓ 468 εἰ χρὴ τοῦτον ἐξαλείψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσ ματα τὰ περὶ τοῦ Λεύκωνος.

36

ΨΗΦΙΣΜΑΤΑ.

Ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκε τῆς ἀτελείας παρ' ὑμῶν ὁ Λεύκων, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δ' ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθ ̓ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δ ̓ ἐν Πειραιεῖ, τὴν δ ̓ ἐφ' Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον 37 τὸν δῆμον καθίστησιν ἑνὸς ἀνδρός. μὴ γὰρ οἴεσθ ̓ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας ἢ τούτων πάντων ὧν ἔχετ ̓ ἢ δεδώκατε συνθήκας, αἷς ὁ μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δ ̓ ἑστώσας

[ocr errors]

ἀκύρους πεποιηκότες, ὃ πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ ούτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν. φέρ' ἐὰν δὲ δὴ πέμψας 38 ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί πρὸς θεῶν ἐροῦμεν ἢ τί γράψει ποθ ̓ ὁ τὸ ψήφισμ ̓ ὑπὲρ ἡμῶν γράφων ; ὅτι νὴ Δί ̓ ἦσαν τῶν εὑρημένων τινὲς ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς 39 ταῦτ ̓ ἐκεῖνος, “ καὶ γὰρ Αθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτ ̓ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ,” οὐ δικαιότερ ̓ ἡμῶν ἐρεῖ; ἐμοὶ 469 γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλον ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντ ̓ ἀφαιρεῖσθαι. καὶ μὴν οὐδ ̓ ὅπως οὐκ ἀντιδώσει 40 τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρ ̓ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπ ̓ αὔτ ̓ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λειτουργεῖν ἀναγκασθήσεται. ἔστι δ ̓ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλ' ὅτι τὴν δωρεὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.

Οὐ τοίνυν, ὦ ἄνδρες Αθηναῖοι, μὴ Λεύκων 41 ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ὦ φιλοτιμίας εἵνεχ ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτ' ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὐ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ παρ'

ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν. τίς οὖν οὗτός ἐστιν ; Επικέρδης ὁ Κυρηναῖος, ὅς, εἴπερ τις ἄλλος τῶν εἰληφότων, δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς, οὐ τῷ μεγάλα ή θαυμάσια ἡλίκα δοῦναι, ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν 42 εὐηργέτητο μεμνῆσθαι. οὗτος γὰρ ἁνήρ, ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ τὸ τότ' αὐτῷ γραφέν, τοῖς ἁλοῦσιν τότ' ἐν Σικελίᾳ τῶν πολιτῶν ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν ἔδωκε μνᾶς ἑκατὸν καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος ἐγένετο. καὶ μετὰ ταῦτα δοθείσης ἀτελείας αὐτῷ διὰ ταῦτα παρ ̓ ὑμῶν, ὁρῶν ἐν τῷ πολέμῳ πρὸ τῶν τριάκοντα μικρὸν σπανίζοντα τὸν δῆμον χρημάτων, τάλαντον ἔδωκεν αὐτὸς 43 ἐπαγγειλάμενος. σκέψασθε δὴ πρὸς Διὸς καὶ 470 θεῶν, ἄνδρες Αθηναῖοι, πῶς ἂν ἄνθρωπος μᾶλλον φανερὸς γένοιτ' εὔνους ὢν ὑμῖν, ἢ πῶς ἧττον ἄξιος ἀδικηθῆναι, ἢ πρῶτον μὲν εἰ παρὼν τῷ τὴς πόλεως ἀτυχήματι μᾶλλον ἕλοιτο τοὺς ἀτυχοῦντας καὶ τὴν παρὰ τούτων χάριν, ἥτις ποτ ̓ ἔμελλεν ἔσεσθαι, ἢ τοὺς ἐν ἐκείνῳ τῷ χρόνῳ κεκρατηκότας καὶ παρ ̓ οἷς ἦν, δεύτερον δ ̓, ἑτέραν χρείαν ἰδὼν εἰ φαίνοιτο διδοὺς καὶ μὴ ὅπως ἰδίᾳ τὰ ὄντα σώσει προνοούμενος, ἀλλ ̓ ὅπως τῶν ὑμετέρων 44 μηδὲν ἐνδεῶς ἕξει τὸ καθ ̓ αὑτόν. τοῦτον μέντοι

τὸν τῷ μὲν ἔργῳ παρὰ τοὺς μεγίστους καιροὺς οὑτωσὶ κοινὰ τὰ ὄντα τῷ δήμῳ κεκτημένον, τῷ δὲ ῥήματι καὶ τῇ τιμῇ τὴν ἀτέλειαν ἔχοντ ̓ οὐχὶ τὴν ἀτέλειαν ἀφαιρήσεσθε (οὐδὲ γὰρ οὔσῃ χρώμενος

φαίνεται), ἀλλὰ τὸ πιστεύειν ὑμῖν, οὗ τί γένοιτ' ἂν αἴσχιον; τὸ τοίνυν ψήφισμ ̓ ὑμῖν αὔτ ̓ ἀναγνώσεται τὸ τότε ψηφισθέν τῷ ἀνδρί. καὶ θεωρεῖτ ̓, ὦ ἄνδρες Αθηναῖοι, ὅσα ψηφίσματ ̓ ἄκυρα ποιεῖ ὁ νόμος, καὶ ὅσους ἀνθρώπους ἀδικεῖ καὶ ἐν ὀποίοις καιροῖς χρησίμους ὑμῖν παρασχόντας εαυτούς εὑρήσετε γὰρ τούτους, οὓς ἥκιστα προσῆκεν, ἀδικοῦντα, λέγε,

ΨΗΦΙΣΜΑ.

Τὰς μὲν εὐεργεσίας, ἀνθ' ὧν εὕρετο τὴν ἀτέλειαν 45 ὁ Ἐπικέρδης, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί, σκοπεῖτε δὲ μὴ τοῦτ ̓, εἰ μνᾶς ἑκατὸν καὶ πάλιν τάλαντον ἔδωκεν (οὐδὲ γὰρ τοὺς λαβόντας ἔγωγ ̓ ἡγοῦμαι τὸ πλῆθος τῶν χρημάτων θαυμάσαι), ἀλλὰ τὴν προθυμίαν καὶ 471 τὸ αὐτὸν ἐπαγγειλάμενον ποιεῖν καὶ τοὺς καιροὺς ἐν οἷς, πάντες μὲν γάρ εἰσιν ἴσως ἄξιοι χάριν 46 ἀνταπολαμβάνειν οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ, μάλιστα δ' οἱ παρὰ τὰς χρείας, ὧν εἷς οὗτος ἀνὴρ ὢν φαίνεται. εἶτ ̓ οὐκ αἰσχυνόμεθ ̓, ὦ ἄνδρες Αθηναῖοι, τοὺς τοῦ τοιούτου παῖδας εἰ μηδεμίαν ποιησάμενοι τούτων μηδενὸς μνείαν ἀφῃρημένοι φανούμεθα τὴν δωρεάν, μηδὲν ἔχοντες ἐγκαλέσαι ; οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν οἱ τότε σωθέντες ὑπ ̓ 47 αὐτοῦ καὶ δόντες τὴν ἀτέλειαν, ἕτεροι δ ̓ ὑμεῖς οἱ νῦν ἀφαιρούμενοι, ἀπολύει τοῦτο τὴν αἰσχύνην, ἀλλ ̓ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινόν ἐστιν. εἰ γὰρ οἱ μὲν εἰδότες καὶ παθόντες ἄξια τούτων ἐνόμιζον εὖ πάσχειν, ἡμεῖς δ ̓ οἱ λόγῳ ταῦτ ̓ ἀκούοντες

« PreviousContinue »