Page images
PDF
EPUB

ὑμῶν λαβεῖν τότε τὴν ἀτέλειαν. τίς οὖν οὗτός ἐστιν ; Ἐπικέρδης ὁ Κυρηναῖος, ὅς, εἴπερ τις ἄλλος τῶν εἰληφότων, δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς, οὐ τῷ μεγάλα ἢ θαυμάσια ἡλίκα δοῦναι, ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν 42 εὐηργέτητο μεμνῆσθαι. οὗτος γὰρ ἁνήρ, ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ τὸ τότ ̓ αὐτῷ γραφέν, τοῖς ἁλοῦσιν τότ ̓ ἐν Σικελίᾳ τῶν πολιτῶν ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν ἔδωκε μνᾶς ἑκατὸν καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος ἐγένετο. καὶ μετὰ ταῦτα δοθείσης ἀτελείας αὐτῷ διὰ ταῦτα παρ ̓ ὑμῶν, ὁρῶν ἐν τῷ πολέμῳ πρὸ τῶν τριάκοντα μικρὸν σπανίζοντα τὸν δῆμον χρημάτων, τάλαντον ἔδωκεν αὐτὸς 43 ἐπαγγειλάμενος. σκέψασθε δὴ πρὸς Διὸς καὶ 470 θεῶν, ἄνδρες ̓Αθηναῖοι, πῶς ἂν ἄνθρωπος μᾶλλον φανερὸς γένοιτ' εὔνους ὢν ὑμῖν, ἢ πῶς ἧττον ἄξιος ἀδικηθῆναι, ἢ πρῶτον μὲν εἰ παρὼν τῷ τὴς πόλεως ἀτυχήματι μᾶλλον ἕλοιτο τοὺς ἀτυχοῦντας καὶ τὴν παρὰ τούτων χάριν, ἥτις ποτ ̓ ἔμελλεν ἔσεσθαι, ἢ τοὺς ἐν ἐκείνῳ τῷ χρόνῳ κεκρατηκότας καὶ παρ ̓ οἷς ἦν, δεύτερον δ ̓, ἑτέραν χρείαν ἰδὼν εἰ φαίνοιτο διδοὺς καὶ μὴ ὅπως ἰδίᾳ τὰ ὄντα σώσει προνοούμενος, ἀλλ ̓ ὅπως τῶν ὑμετέρων 44 μηδὲν ἐνδεῶς ἕξει τὸ καθ ̓ αὑτόν. τοῦτον μέντοι

τὸν τῷ μὲν ἔργῳ παρὰ τοὺς μεγίστους καιροὺς οὑτωσὶ κοινὰ τὰ ὄντα τῷ δήμῳ κεκτημένον, τῷ δὲ ῥήματι καὶ τῇ τιμῇ τὴν ἀτέλειαν ἔχοντ ̓ οὐχὶ τὴν ἀτέλειαν ἀφαιρήσεσθε (οὐδὲ γὰρ οὔσῃ χρώμενος

φαίνεται), ἀλλὰ τὸ πιστεύειν ὑμῖν, οὗ τί γένοιτ ̓ ἂν αἴσχιον; τὸ τοίνυν ψήφισμ ̓ ὑμῖν αὔτ ̓ ἀναγνώσεται τὸ τότε ψηφισθὲν τῷ ἀνδρί. καὶ θεωρεῖτ ̓, ὦ ἄνδρες ̓Αθηναῖοι, ὅσα ψηφίσματ ̓ ἄκυρα ποιεῖ ὁ νόμος, καὶ ὅσους ἀνθρώπους ἀδικεῖ καὶ ἐν ὀποίοις καιροῖς χρησίμους ὑμῖν παρασχόντας ἐαυτούς· εὑρήσετε γὰρ τούτους, οὓς ἥκιστα προσῆκεν, ἀδικοῦντα. λέγε.

ΨΗΦΙΣΜΑ.

471

Τὰς μὲν εὐεργεσίας, ἀνθ' ὧν εὕρετο τὴν ἀτέλειαν 45 ὁ Ἐπικέρδης, ἀκηκόατ ̓ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. σκοπεῖτε δὲ μὴ τοῦτ ̓, εἰ μνᾶς ἑκατὸν καὶ πάλιν τάλαντον ἔδωκεν (οὐδὲ γὰρ τοὺς λαβόντας ἔγωγ ̓ ἡγοῦμαι τὸ πλῆθος τῶν χρημάτων θαυμάσαι), ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν ἐπαγγειλάμενον ποιεῖν καὶ τοὺς καιροὺς ἐν οἷς. πάντες μὲν γάρ εἰσιν ἴσως ἄξιοι χάριν 46 ἀνταπολαμβάνειν οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ, μάλιστα δ ̓ οἱ παρὰ τὰς χρείας, ὧν εἷς οὗτος ἁνὴρ ὢν φαίνεται. εἶτ ̓ οὐκ αἰσχυνόμεθ ̓, ὦ ἄνδρες ̓Αθηναῖοι, τοὺς τοῦ τοιούτου παῖδας εἰ μηδεμίαν ποιησάμενοι τούτων μηδενὸς μνείαν ἀφῃρημένοι φανούμεθα τὴν δωρεάν, μηδὲν ἔχοντες ἐγκαλέσαι ; οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν οἱ τότε σωθέντες ὑπ ̓ 47 αὐτοῦ καὶ δόντες τὴν ἀτέλειαν, ἕτεροι δ ̓ ὑμεῖς οἱ νῦν ἀφαιρούμενοι, ἀπολύει τοῦτο τὴν αἰσχύνην, ἀλλ ̓ αὐτὸ δὴ τοῦτο καὶ τὸ δεινόν ἐστιν. εἰ γὰρ οἱ μὲν εἰδότες καὶ παθόντες ἄξια τούτων ἐνόμιζον εὖ πάσχειν, ἡμεῖς δ ̓ οἱ λόγῳ ταῦτ ̓ ἀκούοντες

ὡς ἀναξίων ἀφαιρησόμεθα, πῶς οὐχ ὑπέρδεινον 48 ποιήσομεν ; αὑτὸς τοίνυν ἐστί μοι λόγος οὗτος καὶ περὶ τῶν τοὺς τετρακοσίους καταλυσάντων καὶ περὶ τῶν ὅτ ̓ ἔφευγεν ὁ δῆμος χρησίμους αὑτοὺς παρασχόντων· πάντας γὰρ αὐτοὺς ἡγοῦμαι δεινότατ ̓ ἂν παθεῖν, εἴ τι τῶν τότε ψηφισθέντων αὐτοῖς λυθείη.

49 Εἰ τοίνυν τις ὑμῶν ἐκεῖνο πέπεισται, πολὺ τοῦ δεηθῆναί τινος τοιούτου νῦν ἀπέχειν τὴν πόλιν, ταῦτα μὲν εὐχέσθω τοῖς θεοῖς, κἀγὼ συνεύχομαι, λογιζέσθω δὲ πρῶτον μὲν ὅτι περὶ νόμου μέλλει φέρειν τὴν ψῆφον, ᾧ μὴ λυθέντι δεήσει χρῆσθαι, δεύτερον δ ̓ ὅτι βλάπτουσιν οἱ πονηροὶ νόμοι καὶ τὰς ἀσφαλῶς οἰκεῖν οἰομένας πόλεις. οὐ γὰρ ἂν μετέπιπτε τὰ πράγματ ̓ ἐπ ̓ ἀμφότερ ̓, εἰ μὴ τοὺς μὲν ἐν κινδύνῳ καθεστηκότας καὶ πράξεις χρησταὶ καὶ νόμοι καὶ ἄνδρες χρηστοὶ καὶ πάντ ̓ ἐξητασμέν ἐπὶ τὸ βέλτιον προῆγε, τοὺς δ ̓ ἐν ἁπάσῃ καθεστάναι δοκοῦντας εὐδαιμονίᾳ πάντα ταῦτ ̓ ἀμελούμεν ̓ 472 50 ὑπέρρει κατὰ μικρόν. τῶν γὰρ ἀνθρώπων οἱ πλεῖστοι κτῶνται μὲν τἀγαθὰ τῷ καλῶς βουλεύεσθαι καὶ μηδενὸς καταφρονεῖν, φυλάττειν δ ̓ οὐκ ἐθέλουσι τοῖς αὐτοῖς τούτοις. ὃ μὴ πάθητε νῦν ὑμεῖς, μηδ ̓ οἴεσθε νόμον τοιοῦτον θέσθαι δεῖν, ὃς καλῶς τε πράττουσαν τὴν πόλιν ἡμῶν πονηρᾶς δόξης ἀναπλήσει, ἐάν τέ τι συμβῇ ποτε, ἔρημον τῶν ἐθελησόντων ἀγαθόν τι ποιεῖν καταστήσει. 51 Οὐ τοίνυν μόνον, ὦ ἄνδρες ̓Αθηναῖοι, τοὺς

ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους αὑτοὺς ἐπὶ τηλικούτων καὶ τοιούτων

καιρῶν, οἵων μικρῷ πρότερον Φορμίων διεξελήλυθε κἀγὼ νῦν εἴρηκα, ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλοὺς ἄλλους, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ὑμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ λέγοντες ἃ συμφέρει τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πράττοντες· ὧν ἔνιοι διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν στέρονται τῆς πατρίδος. ὧν ἐπέρχεταί μοι 52 πρώτους ἐξετάσαι τοὺς ἐκ Κορίνθου φυγόντας. ἀναγκάζομαι δὲ λέγειν πρὸς ὑμᾶς ταῦθ ̓ ἃ παρ' ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα. τὰ μὲν οὖν ἄλλ ̓ ὅσα χρησίμους ἡμῖν ἑαυτοὺς ἐκεῖνοι παρέσχον ἐάσω· ἀλλ ̓ ὅθ ̓ ἡ μεγάλη μάχη πρὸς Λακεδαιμονίους ἐγένετο, ἡ ἐν Κορίνθῳ, τῶν ἐν τῇ πόλει βουλευσαμένων μετὰ τὴν μάχην μὴ δέχεσθαι τῷ τείχει τοὺς στρατιώτας, ἀλλὰ πρὸς Δακεδαιμονίους ἐπικηρυκεύεσθαι, ὁρῶντες ήτυ- 53 χηκυῖαν τὴν πόλιν καὶ τῆς παρόδου κρατοῦντας 473 Λακεδαιμονίους, οὐχὶ προὔδωκαν οὐδ ̓ ἐβουλεύσαντ

ἰδίᾳ περὶ τῆς αὑτῶν σωτηρίας, ἀλλὰ πλησίον
ὄντων μεθ' ὅπλων ἁπάντων Πελοποννησίων
ἀνέῳξαν τὰς πύλας ὑμῖν βίᾳ τῶν πολλῶν, καὶ
μᾶλλον εἵλοντο μεθ ̓ ὑμῶν τῶν τότε στρατευ-
σαμένων, εἴ τι δέοι, πάσχειν ἢ χωρὶς ὑμῶν ἀκιν-
δύνως σεσῶσθαι, καὶ εἰσέφρουν τὸ στράτευμα, καὶ
διέσωσαν καὶ ὑμᾶς καὶ τοὺς συμμάχους. ἐπειδὴ 54
δὲ πρὸς Λακεδαιμονίους εἰρήνη μετὰ ταῦτ ̓ ἐγένετο,
ἡ ἐπ ̓ ̓Ανταλκίδου, ἀντὶ τῶν ἔργων τούτων ὑπὸ
Λακεδαιμονίων ἐξέπεσον. ὑποδεξάμενοι δ ̓ ὑμεῖς
αὐτοὺς ἐποιήσατ ̓ ἔργον ἀνθρώπων καλῶν κἀγαθῶν·

C

ἐψηφίσασθε γὰρ αὐτοῖς ἅπανθ' ὧν ἐδέοντο. εἶτα ταῦτα νῦν εἰ χρὴ κύρι ̓ εἶναι σκοποῦμεν ; ἀλλ ̓ ὁ λόγος πρῶτον αἰσχρὸς τοῖς σκοπουμένοις, εἴ τις ἀκούσειεν, ὡς ̓Αθηναῖοι σκοποῦσιν, εἰ χρὴ τοὺς εὐεργέτας ἐᾶν τὰ δοθέντ ̓ ἔχειν· πάλαι γὰρ ἐσκέφθαι ταῦτα καὶ ἐγνῶσθαι προσήκει. ἀνάγνωθι καὶ τοῦτο τὸ ψήφισμ ̓ αὐτοῖς.

55

ΨΗΦΙΣΜΑ.

Α μὲν ἐψηφίσασθε τοῖς φεύγουσι δι ̓ ὑμᾶς Κορινθίων, ταῦτ ̓ ἐστίν, ὦ ἄνδρες δικασταί. ὅρα δ ̓, εἴ τις ἐκείνους τοὺς καιροὺς ἰδών, ἢ παρὼν ἤ τινος εἰδότος διεξιόντος ἀκούσας, ἀκούσαι τοῦ νόμου τούτου τὰς τότε δωρεὰς δοθείσας ἀφαιρουμένου, ὅσην ἂν κακίαν τῶν θεμένων τὸν νόμον καταγνοίη, οἳ παρὰ μὲν τὰς χρείας οὕτω φιλάνθρωποι καὶ πάντα ποιοῦντες, ἐπειδὴ δ ̓ ἐπράξαμεν πάνθ ̓ ὅσ ̓ ἂν εὐξαίμεθ ̓, οὕτως ἀχάριστοι καὶ κακοί, ὥστε τούς τ ̓ ἔχοντας ἀφῃρήμεθα καὶ τὸ λοιπὸν μηδενὶ δοῦναι ταῦτ ̓ ἐξεῖναι νόμον τεθεί56 καμεν. νὴ Δί ̓ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων 474 ταῦτ ̓ ἦσαν· τουτὶ γὰρ παρὰ πάντ ̓ ἔσται τὸν λόγον αὐτοῖς. ἔπειτ ̓ ἐκεῖν ̓ ἀγνοεῖν φήσομεν, ὅτι τὴν ἀξίαν, ὅταν διδῶμεν, δεῖ σκοπεῖν, οὐ μετὰ ταῦθ ̓ ὕστερον χρόνῳ παμπληθεῖ. τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἔργον ἀνθρώπων ἐστί, τὸ δὲ τοὺς ἔχοντας ἀφαιρεῖσθαι φθονούντων· τοῦτο δ ̓ οὐ δεῖ δοκεῖν ὑμᾶς πεπον57 θέναι. καὶ μὴν οὐδ ̓ ἐκεῖν ̓ ὀκνήσω περὶ τῆς ἀξίας αὐτῆς πρὸς ὑμᾶς εἰπεῖν. ἐγὼ γὰρ οὐ τὸν

« PreviousContinue »