Page images
PDF
EPUB

κάτθαν ̓ ὁμῶς ὅ τ ̓ ἄτυμβος ἀνὴρ ὅς τ ̓ ἔλλαχε
τύμβου,

ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τ' Αγαμέμνων
Θερσίτῃ δ' ίσος Θέτιδος παῖς η κόμοιο.

5 πάντες δ ̓ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα,
γυμνοί τε ξηροί τε κατ ̓ ἀσφοδελὸν λειμῶνα.

23. ΕΡΜ. Ηράκλεις ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς. ἀλλ ̓ ἐπείπερ ἀνέμνησάς με, ἐθέλω σοι δεῖξαι τὸν τοῦ ̓Αχιλλέως τάφον. ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ ; Σίγειον το μὲν ἐκεῖνό ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ροιτείῳ.

ΧΑΡ. οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι. τας πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας 15 καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον αὐτήν· πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψύξαι τὸ σκαφίδιον.

ΕΡΜ. ή Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδ ̓ ἂν εἴποις ὅπου ποτ' 20 ἦν ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μάλιστα τὸ Ἴλιον. ἀποπνίξεις γὰρ εὖ οἶδ ̓ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν. 25 πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὐταί· ἀποθνήσκουσι γάρ, ὦ πορθμεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ παραδοξότατον, καὶ ποταμοὶ ὅλοι Ινάχου γοῦν οὐδὲ τάφρος ἔτι ἐν ̓́Αργει καταλεί

30

πεται.

ΧΑΡ. παπαὶ τῶν ἐπαίνων, Ομηρε, καὶ τῶν ὀνομά των, Ιλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι Κλεωναί.

24. ἀλλὰ μεταξὺ λόγων τίνες ἐκεῖνοί εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν ;

ΕΡΜ. ̓Αργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον Οθρυάδην στρατηγὸν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι.

ΧΑΡ. ὑπὲρ τίνος δ ̓ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος ;
ΕΡΜ. ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται.

5

ΧΑΡ. ὦ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ Αἰακοῦ· τὸ δὲ πεδίον το τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ.

ΕΡΜ. οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετίσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθ ̓ ἃ ἐστάλην, σὺ δὲ ἐπὶ τὸ πορθ- 15 μεῖον ἥξω δέ σοι καὶ αὐτὸς μετ' ὀλίγον νεκροστολῶν.

ΧΑΡ. εὖ γε ἐποίησας, ὦ Ἑρμῆ· εὐεργέτης ἐς ἀεὶ αναγεγράψῃ. ὠνάμην τι διὰ σὲ τῆς ἀποδημίας.—οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα. βασιλεῖς, πλίνθοι χρυσαῖ, ἑκατόμβαι, μάχαι Χάρωνος δὲ 20 οὐδεὶς λόγος.

ΑΛΙΕΥΣΗ ΑΝΑΒΙΟΥΝΤΕΣ.

1. ΣΩΚΡΑΤΗΣ. Βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις, ἐπίβαλλε τῶν βώλων, προσεπίβαλλε καὶ τῶν ὀστράκων, παῖς τοῖς ξύλοις τὸν ἀλιτήριον, ὅρα μὴ διαφύγῃ· καὶ σὺ, ὦ Πλάτων, βάλλε καὶ σύ, ὦ Χρύ 5 σιππε, καὶ σὺ δέ. πάντες ἅμα συνασπίσωμεν ἐπ ̓ αὐτόν,

ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις.

κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ, μηδὲ ἀνῇς· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί 1ο τοῦτο; κεκμήκατε, ὦ Επίκουρε καὶ ̓Αρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν.

ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.

2. Αριστοτελες, ἐπισπούδασον ἔτι θᾶττον. εὖ ἔχει· ἑάλωκε τὸ θηρίον ειλήφαμέν σε, ώ μιαρέ· εἴσῃ γοῦν 15 αὐτίκα οὕστινας ὄντας ἡμᾶς ἐκακηγόρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα ἐπινοῶμεν θάνατον κατ ̓ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθ ̓ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἡμῖν ἀπολωλέναι. ΦΙΛΟΣΟΦΟΣ Α. ἐμοὶ μὲν ἀνασκολοπισθῆναι

20 δοκεῖ αὐτόν.

ΦΙΛ. Β. νὴ Δία, μαστιγωθέντα γε πρότερον.
ΦΙΛ. Γ. τοὺς ὀφθαλμοὺς ἐκκεκόφθω.

ΦΙΛ. Δ. τὴν γλῶτταν αὐτὴν ἐπὶ πολὺ πρότερον ἀποτετμήσθω.

ΣΩΚ. σοὶ δὲ τί, Εμπεδόκλεις, δοκεῖ;

ΕΜΠ. ἐς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθη μὴ λοιδορεῖσθαι τοῖς κρείττοσι.

ΠΛΑΤ. καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ορφέα

λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον,

ἵν ̓ ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο καὶ

μου.

3. ΛΟΥΚ. μηδαμῶς· ἀλλὰ πρὸς ἱκεσίου φείσασθέ

ΣΩΚ. ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ομηρον ἅ φησιν,

ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά; ΛΟΥΚ. καὶ μὴν καθ' Ομηρον ὑμᾶς καὶ αὐτὸς ἱκε τεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με

ζωγρεῖτ ̓ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ. ΠΛΑΤ. ἀλλ ̓ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ομηρικῆς ἀντιλογίας. ἄκουε γοῦν·

μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ

χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.

5

ΙΟ

15

20

ΛΟΥΚ. οἴμοι τῶν κακῶν. ὁ μὲν Ομηρος ἡμῖν 25 ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με.

μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν. ΠΛΑΤ. τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν,

οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους ; ΛΟΥΚ. νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;

30

ΠΛΑΤ. νὴ Δία· φησὶ γοῦν ἐκεῖνος αὐτός,

ἀχαλίνων στομάτων

ἀνόμου τ ̓ ἀφροσύνας

τὸ τέλος δυστυχία.

5 4. ΛΟΥΚ. οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγείν με, φέρε, τοῦτο γοῦν εἴπατέ μοι, οἵτινες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατέ με ;

ΙΟ

ΠΛΑΤ. ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους, ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ ἐς ἡμᾶς ὕβριζες ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφ ̓ οἷς ἀγανακτήσαντες 15 ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Αΐδην, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ Πλάτων ἐγὼ καὶ ̓Αριστοτέλης ἐκεινοσὶ καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ ὁ Διογένης καὶ ἅπαντες ὅσους διέσυρες ἐν τοῖς λόγοις.

20

5. ΛΟΥΚ. ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἣν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην· ὥστε ἀπορρίψατε τοὺς λίθους. μᾶλλον δὲ φυλάττετε χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξιων.

ΠΛΑΤ. ληρεῖς. σὲ δὲ τήμερον χρὴ ἀπολωλέναι, καὶ 25 ἤδη γε

λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ ̓ ὅσσα ἔοργας.

ΛΟΥΚ. καὶ μήν, ὦ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν 30 ἐπιτηδευμάτων, εὖ ἴστε ἀποκτενοῦντες, ἣν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα ὁρᾶτε οὖν

« PreviousContinue »