Page images
PDF
EPUB

this school. Aristippus of Cyrene founded the Cyrenaic or Hedonic school, which taught that pleasure is the supreme good of man, thus forerunning the later teaching of Epicurus. Eucleides of Megara founded the short-lived Megaric school, which is said to have taught a fusion of Eleatic and Socratic doctrines. Dialectic was among its special studies, and was occasionally carried to the excess known as Eristic. Many curious puzzles of thought are ascribed to its disciples. Of these three schools see a brief account in Schwegler's History of Philosophy (Transl. p. 53), and consult also the larger work of Ueberweg (Vol. I. SS 34-38). It was to Megara that Plato retired after the death of Socrates, and resided there before his travels, probably exercising himself in dialectic discussion. Susemihl thinks that in gratitude for this kindness he commemorates his Megarian friends in the introduction to the Theaetetus, thus indirectly dedicating the dialogue to them.

VI. An analysis of the Theaetetus is given in the headings of the several sections, noted in the Greek text I.-XLIV., in the translation I-44. In the notes at the close, as in the Greek text, the marginal pages and alphabetic divisions of the first edition of Stephens are also referred to. These notes are chiefly designed to trace the chain of Plato's reasoning in places where it is not easily discerned: but occasionally they refer to the commentaries of Professor Campbell and H. Schmidt.

ΠΛΑΤΩΝΟΣ

ΘΕΑΙΤΗΤΟΣ.

Κ. Ρ.

1

[blocks in formation]

ΠΛΑΤΩΝΟΣ

ΘΕΑΙΤΗΤΟΣ.

[Numeri marginales Arabici qui vocantur, editionis primae Stephanianae paginas indicant, Romani ejusdem editionis capitula. Stellula paginae, signum | sectionis initium notat.]

Ι. *Αρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ; ΤΕΡ. 142 Ἐπιεικώς πάλαι. καὶ σέ γε ἐζήτουν κατ ̓ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τ ̓ ἢ εὑρεῖν. ΕΥ. Οὐ γὰρ ἦ κατὰ πόλιν. ΤΕΡ. Ποῦ μήν; ΕΥ. Εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου ̓Αθήναζε. ΤΕΡ. Ζῶντι ἡ τετελευ τηκότι; ΕΥ. ' Ζῶντι καὶ μάλα μόγις· χαλεπῶς μὲν Β γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι. ΤΕΡ. Μῶν ἡ δυσεντερία; ΕΥ. Ναί. ΤΕΡ. Οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι. ΕΥ. Καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων· ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκω μιαζόντων αὐτὸν περὶ τὴν μάχην. ΤΕΡ. Καὶ οὐδέν γ ̓ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον, εἰ μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ ' αὐτοῦ Μεγαροι κατέλυεν; ΕΥ. c Ἠπείγετο οἴκαδε· ἐπεὶ ἔγωγ ̓ ἐδεόμην καὶ συνεβούλευον, ἀλλ ̓ οὐκ ἤθελε. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους, ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι

143

ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι ̓Αθήναζε τούς τε Ο λόγους οὓς διελέχθη αὐτῷ διηγήσατο, καὶ ' μάλα ἀξίους ἀκοῆς, εἰπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι. ΤΕΡ. Καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; ΕΥ. Οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος· ἀλλ ̓ ἐγραψάμην μὲν τότ ̓ εὐθὺς * οἴκαδ ̓ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνησκόμενος ἔγραφον, καὶ ὁσάκις ̓Αθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτην ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνωρθούμην. ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται. ΤΕΡ. ̓Αληθῆ ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι, ὡς ἐξ ἀγροῦ ἥκων. Β ΕΥ. ' ̓Αλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ερινοῦ Θεαίτητον προὔπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλ ̓ ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις ὁ παῖς ἀναγνώσεται. ΤΕΡ. Ορθώς λέγεις.—ΕΥ. Τὸ μὲν δὴ βιβλίον, ὦ Τερψίων, τουτί ἐγραψάμην δὲ δὴ οἱτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτην διηγούμενον ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι. ἔφη δὲ τῷ τε γεωμέτρη Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ. ἵνα οὖν ἐν τῇ γραφῇ « μὴ ' παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὐτοῦ τε, ὁπότε λέγοι ὁ Σωκράτης, οἷον Καὶ ἐγὼ ἔφην ἢ Καὶ ἐγὼ εἶπον, ἢ αὖ περὶ τοῦ ἀποκρινομένου, ὅτι Συνέφη ἡ Οὐχ ώμολόγει, τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα. ΤΕΡ. Καὶ οὐδέν γε ἀπὸ τρόπου, ὦ Εὐκλείδη,

« PreviousContinue »