Page images
PDF
EPUB

εἰσενήνοχας μὴ ἐξεῖναι τῷ δήμῳ τῶν ἑαυτοῦ δοῦναι μηδενὶ μηδέν, πῶς σέ τις φήσει τοὺς Σόλωνος ἀνεγνωκέναι νόμους ἢ συνιέναι, ὃς ἔρημον ποιεῖς τὸν δῆμον τῶν φιλοτιμησομένων, προλέγων καὶ δεικνύς, ὅτι τοῖς ἀγαθόν τι ποιοῦσιν οὐδ ̓ 104 ὁτιοῦν ἔσται πλέον ; καὶ μὴν κἀκεῖνος τῶν καλῶς δοκούντων ἔχειν νόμων Σόλωνός ἐστιν, μὴ λέγειν κακῶς τὸν τεθνεῶτα, μηδ ̓ ἂν ὑπὸ τῶν ἐκείνου τις ἀκούῃ παίδων αὐτός· σὺ δὲ ποιεῖς, οὐ λέγεις κακῶς τοὺς εὖ τετελευτηκότας, τῶν εὐεργετῶν τῷ δεῖνι μεμφόμενος καὶ τὸν δεῖν ̓ ἀνάξιον εἶναι φάσκων, ὧν οὐδὲν ἐκείνοις προσῆκεν. ἆρ ̓ οὐ πολὺ τοῦ Σόλωνος ἀποστατεῖς τῇ γνώμῃ ;

105

Πάνυ τοίνυν σπουδῇ τις ἀπήγγελλέ μοι περὶ τοῦ μηδενὶ δεῖν μηδὲν διδόναι, μηδ ̓ ἂν ὁτιοῦν πράξῃ, τοιοῦτόν τι λέγειν αὐτοὺς παρεσκευάσθαι, ὡς ἄρ ̓ οἱ Λακεδαιμόνιοι καλῶς πολιτευόμενοι, καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ' ἑαυτοῖς διδόασι 489 τοιαύτην οὐδεμίαν τιμήν· καίτοι καὶ παρ ̓ ἐκείνοις τινές εἰσιν ἴσως ἀγαθοί. ἐμοὶ δὴ δοκοῦσιν, ὦ ἄνδρες Αθηναῖοι, πάντες οἱ τοιοῦτοι λόγοι παροξυντικοὶ μὲν εἶναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, οὐ μέντοι δίκαιοί γ' οὐδαμῆ. οὐ γὰρ ἀγνοῶ τοῦθ ̓, ὅτι Θηβαῖοι καὶ Λακεδαιμό νιοι καὶ ἡμεῖς οὔτε νόμοις οὔτ ̓ ἔθεσι χρώμεθα 106 τοῖς αὐτοῖς οὔτε πολιτεία. αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ τῶν ̓Αθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ γε καὶ δεῖ, ἀλλ ̓ ἃ τῇ παρ ̓ ἐκείνοις

πολιτείᾳ συμφέρει, ταῦτ ̓ ἐπαινεῖν ἀνάγκη καὶ ποιεῖν. εἶτα καὶ Λακεδαιμόνιοι τῶν μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρ' ἐκείνοις εἰσὶ τιμαί, ἃς ἀπεύξαιτ ̓ ἂν ἅπας ὁ δῆμος ἐνταυθοῖ γενέσθαι. τίνες οὖν εἰσιν αὗται; τὰς μὲν καθ' 107 ἕκαστον ἐάσω, μίαν δ', ἣ συλλαβοῦσα τὰς ἄλλας ἔχει, δίειμι. ἐπειδάν τις εἰς τὴν καλουμένην γερουσίαν ἐγκριθῇ παρασχών αὑτὸν οἷον χρή, δεσπότης ἐστὶ τῶν πολλῶν. ἐκεῖ μὲν γάρ ἐστι τῆς ἀρετῆς ἄθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων, παρὰ δ ̓ ἡμῖν ταύτης μὲν ὁ δῆμος κύριος, καὶ ἀραὶ καὶ νόμοι καὶ φυλακαὶ ὅπως μηδεὶς ἄλλος κύριος γενήσεται, στέφανοι δὲ καὶ ἀτέλειαι καὶ σιτήσεις καὶ τοιαῦτ ̓ ἐστίν, ὧν ἄν τις ἀνὴρ ἀγαθὸς ὢν τύχοι. καὶ ταῦτ ̓ ἀμφότερ ̓ 108 ὀρθῶς ἔχει, καὶ τἀκεῖ καὶ τὰ παρ' ἡμῖν. διὰ τί ; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν κυρίους 490 ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρεαῖς πρὸς ἑαυτοὺς ποιοῦνται, φυλάττει. καὶ μὴν περὶ τοῦ γε μηδὲ Θηβαίους 109 μηδένα τιμᾶν ἐκεῖν ̓ ἂν ἔχειν εἰπεῖν ἀληθὲς οἶμαι. μεῖζον, ὦ ἄνδρες Αθηναῖοι, Θηβαῖοι φρονοῦσιν ἐπ ̓ ὠμότητι καὶ πονηρίᾳ ἢ ὑμεῖς ἐπὶ φιλανθρωπία καὶ τῷ τὰ δίκαια βούλεσθαι. μήτ' οὖν ἐκεῖνοί ποτε παύσαιντο, εἰ ἄρ ̓ εὔξασθαι δεῖ, τοὺς μὲν ἑαυτοὺς ἀγαθόν τι ποιοῦντας μήτε τιμῶντες μήτε θαυμάζοντες, τοὺς δὲ συγγενεῖς ἴστε γὰρ ὃν τρόπον Ορχομενὸν διέθηκαν) οὕτω μεταχειρι

ζόμενοι, μήθ' ὑμεῖς τἀναντία τούτοις τοὺς μὲν εὐεργέτας τιμῶντες, παρὰ δὲ τῶν πολιτῶν λόγῳ 110 μετὰ τῶν νόμων τὰ δίκαια λαμβάνοντες. ὅλως

δ ̓ οἶμαι τότε δεῖν τοὺς ἑτέρων ἐπαινεῖν τρόπους καὶ ἔθη τοῖς ὑμετέροις ἐπιτιμῶντας, ὅταν ᾖ δεῖξαι βέλτιον ἐκείνους πράττοντας ὑμῶν. ὅτε δ ὑμεῖς, καλῶς ποιοῦντες, καὶ κατὰ τὰς κοινὰς πράξεις καὶ κατὰ τὴν ὁμόνοιαν καὶ κατὰ τἄλλα πάντ ̓ ἄμεινον ἐκείνων πράττετε, τοῦ χάριν ἂν τῶν ὑμετέρων αὐτῶν ἐθῶν ὀλιγωροῦντες ἐκεῖνα διώκοιτε ; εἰ γὰρ καὶ κατὰ τὸν λογισμὸν ἐκεῖνα φανείη βελτίω, τῆς γε τύχης ἕνεκα, ᾗ παρὰ ταῦτ ̓ 111 ἀγαθῇ κέχρησθε, ἐπὶ τούτων ἄξιον μεῖναι. εἰ δὲ δεῖ παρὰ πάντα ταῦτ ̓ εἰπεῖν ὃ δίκαιον ἡγοῦμαι, ἐκεῖν ̓ ἂν ἔγωγ ̓ εἴποιμι. οὐκ ἔστι δίκαιον, ὦ ἄνδρες Αθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, οὐδὲ δι ̓ ὧν μὲν ἐκεῖνοι μεγάλοι, κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρ ̓ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δ ̓ ὧν ὁ παρ' ἡμῖν δῆμος εὐδαίμων, ταῦθ ̓ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.

112

Ἔστι τοίνυν τις πρόχειρος λόγος, ὡς ἄρα καὶ παρ' ἡμῖν ἐπὶ τῶν προγόνων πόλλ ̓ ἀγάθ ̓ εἰργασμένοι τινὲς οὐδενὸς ἠξιοῦντο τοιούτου, ἀλλ ̓ ἀγαπητῶς ἐπιγράμματος ἐν τοῖς Ερμαῖς ἔτυχον· καὶ ἴσως τοῦθ ̓ ὑμῖν ἀναγνώσεται τοὐπίγραμμα. ἐγὼ δ ̓ ἡγοῦμαι τοῦτον τὸν λόγον, ὦ ἄνδρες Αθηναῖοι, κατὰ πόλλ ̓ ἀσύμφορον εἶναι τῇ πόλει 113 λέγεσθαι, πρὸς δὲ καὶ οὐδὲ δίκαιον. εἰ μὲν γὰρ

491

ἀναξίους εἶναί τις φήσει κἀκείνους τιμᾶσθαι, τίς ἄξιος, εἰπάτω, εἰ μήτε τῶν προτέρων μηδεὶς μήτε τῶν ὑστέρων· εἰ δὲ μηδένα φήσει, συναχθεσ θείην ἂν ἔγωγε τῇ πόλει, εἰ μηδεὶς ἐν ἅπαντι τῷ χρόνῳ γέγονεν ἄξιος εὖ παθεῖν. καὶ μὴν εἴ γ ̓ ὁμολογῶν ἐκείνους εἶναι σπουδαίους μὴ τετυχη κότας δείξει μηδενός, τῆς πόλεως ὡς ἀχαρίστου δήπου κατηγορεῖ. ἔστι δ' οὐχ οὕτω ταῦτ ̓ ἔχοντα, οὐδ ̓ ὀλίγου δεῖ· ἀλλ ̓ ἐπειδάν τις, οἶμαι, κακουργῶν ἐπὶ μὴ προσήκοντα πράγματα τοὺς λόγους μεταφέρῃ, δυσχερεῖς ἀνάγκη φαίνεσθαι. ὡς δὲ τἀληθές τ ̓ ἔχει καὶ δίκαιόν ἐστι 114 λέγειν, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. ἦσαν, ὦ ἄνδρες Αθηναῖοι, πολλοὶ τῶν πρότερον σπουδαῖοι, καὶ ἡ πόλις ἡμῶν ἐτίμα καὶ τότε τοὺς ἀγαθούς· αἱ μέντοι τιμαὶ καὶ τἄλλα πάντα τὰ μὲν τότ ̓ ἦν ἐπὶ τοῖς τότ ̓ ἔθεσιν, τὰ δὲ νῦν ἐπὶ τοῖς νῦν. πρὸς οὖν τί τοῦτο λέγω ; ὅτι φήσαιμ ̓ ἂν ἔγωγ ̓ ἐκείνους οὐκ ἔστιν ὅτου παρὰ τῆς πόλεως οὐ τυχεῖν, ὧν ἐβουλήθησαν. τίνι χρώμενος τεκμηρίῳ ; ὅτι Λυσιμάχῳ δωρεάν, ἑνὶ τῶν τότε 115 χρησίμων, ἑκατὸν μὲν ἐν Εὐβοίᾳ πλέθρα γῆς πεφυτευμένης ἔδοσαν, ἑκατὸν δὲ ψιλῆς, ἔτι δ ̓ ἀργυρίου μνᾶς ἑκατόν, καὶ τέτταρας τῆς ἡμέρας 492 δραχμάς. καὶ τούτων ψήφισμ ̓ ἔστιν ̓Αλκι βιάδου, ἐν ᾧ ταῦτα γέγραπται. τότε μὲν γὰρ ἡ πόλις ἡμῶν καὶ γῆς εὐπόρει καὶ χρημάτων, νῦν δ ̓ εὐπορήσει. δεῖ γὰρ οὕτω λέγειν καὶ μὴ βλασφημεῖν. καίτοι τίν ̓ οὐκ ἂν οἴεσθε νῦν τὸ τρίτον μέρος τούτων ἀντὶ τῆς ἀτελείας ἑλέσθαι ;

116

ὅτι τοίνυν ἀληθῆ λέγω, λαβέ μοι το ψήφισμα

τουτί.

ΨΗΦΙΣΜΑ.

Οτι μὲν τοίνυν, ὦ ἄνδρες Αθηναῖοι, καὶ τοῖς προγόνοις ὑμῶν ἔθος ἦν τοὺς χρηστοὺς τιμᾶν, δηλοῖ τὸ ψήφισμα τουτί· εἰ δὲ μὴ τοῖς αὐτοῖς οἷσπερ ἡμεῖς νῦν, ἕτερόν τι τοῦτ ̓ ἂν εἴη. εἰ τοίνυν μήτε Λυσίμαχον μήτ' ἄλλον μηδένα μηδὲν εὑρῆσθαι παρὰ τῶν προγόνων ἡμῶν συγχωρήσαιμεν, τί μᾶλλον, οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ 117 τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν ; οὐ γὰρ οἱ μὴ δόντες ἃ μὴ δοκεῖ δεινόν εἰσιν οὐδὲν εἰργασμένοι, ἀλλ ̓ οἱ δόντες μέν, πάλιν δ ̓ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι. εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῷ τι τοῦτ ̓ ἀφῃρημένους, συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι, καίτοι τοῦτό γ ̓ αἰσχρὸν ὁμοίως· εἰ δὲ μηδ ̓ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτ ̓ ἔχοι δεῖξαι γεγονός, τίνος εἵνεκ ̓ ἐφ' ἡμῶν πρῶτον καταδειχθῇ τοιοῦτον ἔργον ;

118

Χρὴ τοίνυν, ὦ ἄνδρες Αθηναῖοι, κἀκεῖν ̓ ἐνθυμεῖσθαι καὶ ὁρᾶν, ὅτι νῦν ὀμωμοκότες κατὰ τοὺς νόμους δικάσειν ἥκετε, οὐχὶ τοὺς Λακεδαιμονίων οὐδὲ Θηβαίων, οὐδ ̓ οἷς ποτ' ἐχρήσανθ' οἱ πρῶτοι τῶν προγόνων, ἀλλὰ καθ' οὓς ἔλαβον τὰς ἀτελείας οὓς ἀφαιρεῖται νῦν οὗτος τῷ νόμῳ, καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσι, γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν. καλῶς. τὸ τοίνυν τῆς γνώμης πρὸς 493 119 ἅπαντ ̓ ἀνενέγκατε τὸν νόμον. ἆρ ̓ οὖν δίκαιον,

« PreviousContinue »