Page images
PDF
EPUB

24. ΔΙΟΓ. θαρρεῖτε, οὐδὲν ἐλλείψομεν, ὑπὲρ ἁπάν των ἐρῶ. κἂν ἡ φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν—ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλ ̓ οὐ τἀμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν.

ΦΙΛ. τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον ἤπερ τῷ ξύλῳ, μὴ μέλλε δ ̓ οὖν. ἤδη γὰρ ἐκκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει.

5

ΛΟΥΚ. οἱ λοιποὶ καθιζέσθωσαν, ὦ φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθ ̓ ὑμῶν, Διογένης δὲ κατηγορείτω το μόνος.

ΦΙΛ. οὐ δέδιας οὖν μή σου καταψηφίσωνται;

ΛΟΥΚ. οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. ΦΙΛ. γενναῖά σου ταῦτα· καθίσατε δ ̓ οὖν. σὺ δ', Διόγενες, λέγε.

15

25. ΔΙΟΓ. οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων· ἵνα γὰρ τὸ κατ' ἐμὲ σιωπήσω, ἀλλὰ Πυθα γόραν τοῦτον καὶ Πλάτωνα καὶ ̓Αριστοτέλην καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς οὐκ οἶδεν ὅσα ἐς τὸν 20 βίον καλὰ ἐσεκομίσαντο; ἃ δὲ τοιούτους ὄντας ἡμᾶς ὁ τρισκατάρατος οὗτος Παρρησιάδης ὕβρικεν, ἤδη ἐρῶ· ῥήτωρ γάρ τις, ὥς φασιν, ὤν, ἀπολιπὼν τὰ δικαστήρια καὶ τὰς ἐν ἐκείνοις εὐδοκιμήσεις, ὁπόσον ἢ δεινότητος ἢ ἀκμῆς ἐπεπίριστο ἐν τοῖς λόγοις, τοῦτο πᾶν ἐφ ̓ ἡμᾶς 25 συσκευασάμενος οὐ παύεται μὲν ἀγορεύων κακῶς γόητας καὶ ἀπατεῶνας ἀποκαλῶν τὰ πλήθη δὲ ἀναπείθων και ταγελῶν ἡμῶν καὶ καταφρονεῖν ὡς τὸ μηδὲν ὄντων· μᾶλλον δὲ καὶ μισεῖσθαι πρὸς τῶν πολλῶν ἤδη πεποίηκεν αὐτούς τε ἡμᾶς καὶ σὲ τὴν φιλοσοφίαν, φληνάφους καὶ 30 λήρους ἀποκαλῶν τὰ σὰ καὶ τὰ σπουδαιότατα ὧν ἡμᾶς

ἐπαιδευσας ἐπὶ χλευασμῷ διεξιών, ὥστε αὐτὸν μὲν κροτεῖσθαι καὶ ἐπαινεῖσθαι πρὸς τῶν θεατῶν, ἡμᾶς δὲ ὑβρίζεσθαι. φύσει γὰρ τοιοῦτόν ἐστιν ὁ πολὺς λεώς χαίρουσι τοῖς ἀποσκώπτουσι καὶ λοιδορουμένοις, καὶ μά5 λισθ ̓ ὅταν τὰ σεμνότατα εἶναι δοκοῦντα διασύρηται, ὥστ περ ἀμέλει καὶ πάλαι ἔχαιρον ̓Αριστοφάνει καὶ Εὐπόλιδι Σωκράτην τουτονὶ ἐπὶ χλευασίᾳ παράγουσιν ἐπὶ τὴν σκηνὴν καὶ κωμῳδοῦσιν ἀλλοκότους τινὰς περὶ αὐτοῦ κωμῳδίας. καίτοι ἐκεῖνοι μὲν καθ ̓ ἑνὸς ἀνδρὸς ἐτόλμων 1ο τοιαῦτα καὶ ἐν Διονύσου, ἐφειμένον αὐτὸ δρᾶν, καὶ τὸ σκώμμα μέρος ἐδόκει τῆς ἑορτῆς, καὶ ὁ θεὸς ἴσως χαίρει φιλόγελως τις ὤν. 26. ὁ δὲ τοὺς ἀρίστους συγκαλών, ἐκ πολλοῦ φροντίσας καὶ παρασκευασάμενος καὶ βλαστ φημίας τινὰς ἐς παχὺ βιβλίον ἐγγράψας μεγάλῃ τῇ 15 φωνῇ διαγορεύει κακῶς Πλάτωνα, Πυθαγόραν, Αριστοτέλην, Χρύσιππον ἐκεῖνον, ἐμὲ καὶ ὅλως ἅπαντας οὔτε ἑορτῆς ἐπιούσης οὔτε ἰδίᾳ τι πρὸς ἡμῶν παθών· εἶχε γὰρ ἄν τινα συγγνώμην αὐτῷ τὸ πρᾶγμα, εἰ ἀμυνόμενος, ἀλλὰ μὴ ἄρχων αὐτὸς ἔδρασε. καὶ τὸ πάντων δεινότατον, 2ο ὅτι ταῦτα ποιῶν καὶ ὑπὸ τὸ σὸν ὄνομα, ὦ φιλοσοφία, ὑποδύεται καὶ ὑπελθὼν τὸν διάλογον ἡμέτερον οἰκεῖον ὄντα, τούτῳ συναγωνιστῇ καὶ ὑποκριτῇ χρῆται καθ ̓ ἡμῶν, ἔτι καὶ Μένιππον ἀναπείσας ἑταῖρον ἡμῶν ἄνδρα συγκωμῳδεῖν αὐτῷ τὰ πολλά, ὃς μόνος οὐ πάρεστιν οὐδὲ 25 κατηγορεί μεθ ̓ ἡμῶν, προδοὺς τὸ κοινόν. 27. ἀνθ' ὧν ἁπάντων ἄξιόν ἐστιν ὑποσχεῖν αὐτὸν τὴν δίκην. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοι τὰ σεμνότατα διασύρας ἐπὶ τοσούτων μαρτύρων; χρήσιμον γοῦν καὶ πρὸς ἐκείνους τὸ τοιοῦτον, εἰ θεάσαιντο αὐτὸν κολασθέντα, ὡς μηδὲ ἄλλος τις ἔτι 30 καταφρονοίη φιλοσοφίας· ἐπεὶ τό γε τὴν ἡσυχίαν ἄγειν καὶ ὑβριζόμενον ἀνέχεσθαι οὐ μετριότητος, ἀλλὰ ἀναν

δρίας καὶ εὐηθείας εἰκότως ἂν νομίζοιτο. τὰ γὰρ τελευταῖα τίνι φορητά; ὃς καθάπερ τὰ ἀνδράποδα παραγαγὼν ἡμᾶς ἐπὶ τὸ πωλητήριον καὶ κήρυκα ἐπιστήσας ἀπημπόλησεν, ὥς φασι, τοὺς μὲν ἐπὶ πολλῷ, ἐνίους δὲ μνᾶς ̓Αττικῆς, ἐμὲ δὲ ὁ παμπονηρότατος οὗτος δύ ̓ ὀβολῶν· οἱ παρόντες 5 δὲ ἐγέλων. ἀνθ' ὧν γε αὐτοί τε ἀνεληλύθαμεν ἀγανακτήσαντες καὶ σὲ ἀξιοῦμεν τιμωρήσειν ἡμῖν τὰ αἴσχιστα ὑβρισμένοις.

28. ΑΝΑΒΙΟΥΝΤΕΣ. εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν εἴρηκας.

ΦΙΛ. παύσασθε ἐπαινοῦντες· ἔγχει τῷ ἀπολογουμένῳ. σὺ δέ, ὦ Παρρησιάδη, λέγε ἤδη ἐν τῷ μέρει· σοὶ γὰρ τὸ νῦν ῥεῖ. μὴ μέλλε οὖν.

ΙΟ

29. ΠΑΡΡ. οὐ πάντα μου, ὦ φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώτερα οὐκ 15 οἶδ' ὅ τι παθὼν παρέλιπεν. ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελε τηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ οὗτος ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθασα εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶν οὕτω γὰρ ἂν μάθοις οὕστινας 20 ἀπεκήρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας ἀποκαλῶν· καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ. εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμὲ, ἀλλ ̓ ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιάσαισθε τοιαῦτα ποι- 25 οῦντας. ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσι τὰ δυσχερῆ ἀναγκαῖον προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ φιλοσοφία, καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος

30

ἐς εὔδιόν τινα λιμένα ἐσπλεύσας ὑπο σοὶ σκεπόμενος καταβιώναι. 30. κἀπειδὴ μόνον παρέκυψα ἐς τὰ ὑμέτερα, σὲ μέν, ὥσπερ ἀναγκαῖον ἦν, καὶ τούσδε ἅπαντας ἐθαύ μαζον ἀρίστου βίου νομοθέτας ὄντας καὶ τοῖς ἐπ ̓ αὐτὸν 5 ἐπειγομένοις χεῖρα ὀρέγοντας, τὰ κάλλιστα καὶ συμφορώτατα παραινοῦντας, εἴ τις μὴ παραβαίνοι αὐτὰ μηδὲ διολισθάνοι, ἀλλ ̓ ἀτενὲς ἀποβλέπων ἐς τοὺς κανόνας οὓς προτεθείκατε, πρὸς τούτους ῥυθμίζοι καὶ ἀπευθύνοι τὸν ἑαυτοῦ βίον, ὅπερ νὴ Δία καὶ τῶν καθ ̓ ἡμᾶς αὐτοὺς 1ο ὀλίγοι ποιοῦσιν. 31. ὁρῶν δὲ πολλοὺς οὐκ ἔρωτι φιλοσοφίας ἐχομένους, ἀλλὰ δόξης μόνον τῆς ἀπὸ τοῦ πράγματος ἐφιεμένους, καὶ τὰ μὲν πρόχειρα ταῦτα καὶ δημόσια καὶ ὁπόσα παντὶ μιμεῖσθαι ῥᾴδιον εὖ μάλα ἐοικότας ἀγαθοῖς ἀνδράσι, τὸ γένειον λέγω καὶ τὸ βάδισμα καὶ 15 τὴν ἀναβολήν, ἐπὶ δὲ τοῦ βίου καὶ τῶν πραγμάτων ἀντιφθεγγομένους τῷ σχήματι καὶ τἀναντία ὑμῖν ἐπιτηδεύοντας καὶ διαφθείροντας τὸ ἀξίωμα τῆς ὑποσχέσεως, ήγαν άκτουν, καὶ τὸ πρᾶγμα ὅμοιον ἐδόκει μοι καθάπερ εἴ τις ὑποκριτὴς τραγῳδίας μαλθακὶς αὐτὸς ὢν καὶ γυναικίας 20 Αχιλλέα ἢ Θησέα ἢ καὶ τὸν Ἡρακλέα ὑποκρίνοιτο αὐτὸν μήτε βαδίζων μήτε φθεγγόμενος ἡρωϊκόν, ἀλλὰ θρυπο τόμενος ὑπὸ τηλικούτῳ προσωπείῳ, ὃν οὐδ ̓ ἂν ἡ Ἑλένη ποτὲ ἢ Πολυξένη ἀνάσχοιντο πέρα τοῦ μετρίου αὐταῖς προσεοικίτα, οὐχ ὅπως ὁ Ἡρακλῆς ὁ καλλίνικος, ἀλλά 25 μοι δοκεῖ τάχιστ' ἂν ἐπιτρίψαι τῷ ῥοπάλῳ παίων τὸν τοιοῦτον, αὐτόν τε καὶ τὸ προσωπεῖον, οὕτως ἀτίμως κατατεθηλυμμένος πρὸς αὐτοῦ. 32. τοιαῦτα καὶ αὐτὸς ὑμᾶς πάσχοντας ὑπ ̓ ἐκείνων ὁρῶν οὐκ ἤνεγκα τὴν αἰσχύ νην τῆς ὑποκρίσεως, εἰ πίθηκοι ὄντες ἐτόλμησαν ἡρώων 3ο προσωπεία περιθέσθαι ἢ τὸν ἐν Κύμῃ ὄνον μιμήσασθαι, ὃς λεοντῆν περιβαλόμενος ἠξίου λέων αὐτὸς εἶναι πρὸς

ἀγνοοῦντας τοὺς Κυμαίους ογκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν, ἄχρι δή τις αὐτὸν ξένος καὶ λέοντα ἰδὼν καὶ ὄνον πολλάκις ἤλεγξε παίων τοῖς ξύλοις. ὃ δὲ μάτ λιστά μοι δεινόν, ὦ φιλοσοφία, κατεφαίνετο, τοῦτο ἦν· οἱ γὰρ ἄνθρωποι εἴ τινα τούτων ἑώρων πονηρὸν ἢ ἄσχημον 5 ἢ ἀσελγές τι ἐπιτηδεύοντα, οὐκ ἔστιν ὅστις οὐ φιλοσοφίαν αὐτὴν ᾐτιᾶτο καὶ τὸν Χρύσιππον εὐθὺς ἢ Πλάτωνα ἢ Πυθαγόραν ἢ ὅτου αὑτὸν ἐπώνυμον ὁ διαμαρτάνων ἐκεῖνος ἐποιεῖτο καὶ οὗ τοὺς λόγους ἐμιμεῖτο. καὶ ἀπὸ τοῦ κακῶς βιοῦντος πονηρὰ περὶ ὑμῶν εἴκαζον τῶν πρὸ το πολλοῦ τεθνηκότων,—οὐ γὰρ παρὰ ζῶντας ὑμᾶς ἡ ἐξέτασις αὐτοῦ ἐγίγνετο, ἀλλ ̓ ὑμεῖς μὲν ἐκποδὼν ἐκεῖνον δὲ ἑώρων σαφῶς ἅπαντες δεινὰ καὶ ἄσεμνα ἐπιτηδεύοντα, ὥστε ἐρήμην ἡλίσκεσθε μετ ̓ αὐτοῦ καὶ ἐπὶ τὴν ὁμοίαν διαβολὴν συγκατεσπᾶσθε. 33. ταῦτα οὐκ 15 ἤνεγκα ὁρῶν ἔγωγε, ἀλλὰ ἤλεγχον αὐτοὺς καὶ διέκρινον ἀφ ̓ ὑμῶν· ὑμεῖς δέ, τιμᾶν ἐπὶ τούτοις δέον, ἐς δικαστήριον ἄγετε. οὐκοῦν ἤν τινα καὶ τῶν μεμυημένων ἰδὼν ἐξαγορεύοντα τοῖν θεοῖν τἀπόρρητα καὶ ἐξορχούμενον ἀγανακτήσω καὶ διελέγξω, ἐμὲ τὸν ἀδικοῦντα ἡγήσεσθε 20 εἶναι; ἀλλ ̓ οὐ δίκαιον· ἐπεὶ καὶ οἱ ἀθλοθέται μαστιγούν εἰώθασιν, ἤν τις ὑποκριτὴς ̓Αθηνῶν ἢ Ποσειδώνα τὸν Δία ὑποδεδυκώς μὴ καλῶς ὑποκρίνοιτο μηδὲ κατ ἀξίαν τῶν θεῶν, καὶ οὐ δή που ὀργίζονται αὐτοῖς ἐκεῖνοι, ὅτι τὸν περικείμενον αὐτῶν τὰ προσωπεῖα καὶ τὸ σχῆμα 25 ἐνδεδυκότα ἐπέτρεψαν παίειν τοῖς μαστιγοφόροις, ἀλλὰ καὶ ἥδοντ ̓ ἄν, οἶμαι, μαστιγουμένων· οἰκέτην μὲν γὰρ ἢ ἄγγελον τινα μὴ δεξιῶς ὑποκρίνασθαι μικρὸν τὸ πταῖσμα, τὸν Δία δὲ ἢ τὸν Ἡρακλέα μὴ κατ ̓ ἀξίαν ἐπιδείξασθαι τοῖς θεαταῖς ἀποτρόπαιον ὡς καὶ αἰσχρόν. 30 34. καὶ γὰρ αὖ καὶ τόδε πάντων ἀτοπώτατόν ἐστιν,

« PreviousContinue »