Page images
PDF
EPUB

134

τούτοις δ ̓ οὐκ ἔδωκεν, οὐδ ̓ ἕξουσιν οὗτοι δεικνύ
ναι, λόγῳ δ ̓ ἂν ἀναισχυντῶσιν, οὐχὶ καλῶς
ποιήσουσιν.

Ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Αθηναῖοι, φυλάξασθαι, τοῦτ ̓ εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ τις πάνθ ̓, ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου διδάσκων ὑμᾶς ὡς καλῶς κεῖται, συγχωρήσειεν ἀληθῆ λέγειν αὐτόν, ἕν γ' αἰσχρὸν οὐδ ̓ ἂν εἴ τι γένοιτ' ἀναιρεθείη, ὃ συμÔ βήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει. τί οὖν τοῦτ ̓ ἐστίν; τὸ δοκεῖν ἐξηπατηκέναι 135 τοὺς ἀγαθόν τι ποιήσαντας. ὅτι μὲν τοίνυν 498 τοῦθ ̓ ἕν τι τῶν αἰσχρῶν ἐστιν, πάντας ἂν ἡγοῦμαι φῆσαι, ὅσῳ δ ̓ ὑμῖν αἴσχιον τῶν ἄλλων, ἀκούσατέ μου. ἔστιν ὑμῖν νόμος ἀρχαῖος, καλῶς τῶν δοκούντων ἔχειν, ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ, κρίνειν, κἂν ἁλῷ, θανάτῳ ζημιοῦν. εἶτ ̓ οὐκ αἰσχύνεσθ ̓, ὦ ἄνδρες Αθηναῖοι, εἰ ἐφ ̓ ᾧ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε, τοῦτ ̓ αὐτοὶ ποιοῦντες φανήσεσθε; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντ ̓ αἰσχρά, μάλιστα δὲ ταῦτ ̓, ἐφ ̓ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται· οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν, ἃ πονήρ ̓ αὐτὸς ἔκρινεν εἶναι πρότερον.

136

Ἔτι τοίνυν ὑμᾶς κἀκεῖν ̓ εὐλαβεῖσθαι δεῖ, ὅπως μηδέν, ὧν ἰδίᾳ φυλάξαισθ ̓ ἄν, τοῦτο δημοσίᾳ ποιοῦντες φανήσεσθε. ὑμῶν τοίνυν οὐδ ̓ ἂν εἷς οὐδὲν ὧν ἰδίᾳ τινὶ δοίη, τοῦτ ̓ ἀφέλοιτο πάλιν, ἀλλ ̓ οὐδ ̓ ἐπιχειρήσειεν ἄν. μὴ τοίνυν

μηδὲ δημοσίᾳ τοῦτο ποιήσητε, ἀλλὰ κελεύετε τούτους τοὺς ἐροῦντας ὑπὲρ τοῦ νόμου, εἴ τινα 137 τῶν εὑρημένων τὴν δωρεὰν ἀνάξιον εἶναί φασιν ἢ μὴ πεποιηκότ ̓ ἐφ ̓ οἷς εὕρετ ̓ ἔχειν, ἢ ἄλλ ̓ ὁτιοῦν ἐγκαλοῦσί τινι, γράφεσθαι κατὰ τὸν νόμον, ὃν παρεισφέρομεν νῦν ἡμεῖς, ἢ θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, ἢ θέντας αὐτούς, ὅταν πρῶτον γένωνται νομοθέται. ἔστι δ ̓ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός, τῷ μὲν Διόφαντος, τῷ δ ̓ Εὔβουλος, τῷ δ ̓ ἴσως ἄλλος τις. εἰ δὲ τοῦτο φεύξονται καὶ μὴ θελήσουσι 138 ποιεῖν, σκοπεῖτ ̓, ὦ ἄνδρες Αθηναῖοι, εἰ καλῶς 499 ὑμῖν ἔχει, ἃ τούτων ἕκαστος ὀκνεῖ τοὺς ἐχθροὺς ἀφαιρούμενος ὀφθῆναι, ταῦθ ̓ ὑμᾶς τοὺς εὐεργέτας ἀφῃρημένους φαίνεσθαι, καὶ τοὺς εὖ τι ΠΕποιηκότας ὑμᾶς, οἷς οὐδεὶς ἂν ἐγκαλέσαι, νόμῳ τὰ δοθέντ ̓ ἀπολωλεκέναι δι ̓ ὑμῶν ἁθρόους, παρόν, εἴ τις ἄρ ̓ ἐστὶν ἀνάξιος, εἷς ἢ δύο ἢ πλείους, γραφῇ διὰ τούτων ταὐτὸ τοῦτο παθεῖν κατ ̓ ἄνδρα κριθέντας. ἐγὼ μὲν γὰρ οὐχ ὑπολαμβάνω ταῦτα καλῶς ἔχειν οὐδέ γ ̓ ἀξίως ὑμῶν.

Καὶ μὴν οὐδ ̓ ἐκείνου γ ̓ ἀποστατέον τοῦ 139 λόγου, ὅτι τῆς μὲν ἀξίας, ὅτ ̓ ἐδώκαμεν, ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν, ὅτε τούτων οὐδεὶς ἀντεῖπε, μετὰ ταῦτα δ ̓ ἐᾶν, εἴ τι μὴ πεπόνθαθ ̓ ὑπ' αὐτῶν ὕστερον κακόν. εἰ δ ̓ οὐ τοι τοῦτο φήσουσι (δεῖξαι μὲν γὰρ οὐκ ἔχουσιν), δεῖ κεκολασμένους αὐτοὺς παρὰ τἀδικήματα φαίνεσθαι. εἰ δὲ μηδενὸς ὄντος τοιούτου τὸν νόμον ποιήσετε κύριον, δόξετε φθονήσαντες, οὐχὶ

140 πονηροὺς λαβόντες ἀφῃρῆσθαι. ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν ὀνείδη φευκτέον, τοῦτο δὲ πάντων μάλιστ ̓, ὦ ἄνδρες Αθηναῖοι. διὰ τί ; ὅτι παντάπασι φύσεως κακίας σημεῖόν ἐστιν ὁ φθόνος, καὶ οὐκ ἔχει πρόφασιν, δι ̓ ἣν ἂν τύχοι συγγνώμης ὁ τοῦτο πεπονθώς. εἶτα καὶ οὐδέν ἐστιν ὄνειδος, ὅτου πορρώτερον ἐστὶν ἡμῶν ἡ πόλις ἢ τοῦ φθονερὰ δοκεῖν εἶναι, ἁπάντων ἀπέχουσα τῶν αἰσχρῶν. τεκμήρια δ ̓ ἡλίκα 141 τούτου θεωρήσατε. πρῶτον μὲν μόνοι τῶν πάντων ἀνθρώπων ἐπὶ τοῖς τελευτήσασι δημοσίᾳ ποιεῖτε λόγους ἐπιταφίους, ἐν οἷς κοσμεῖται τὰ 500 τῶν ἀγαθῶν ἀνδρῶν ἔγρα. καίτοι τοῦτ ̓ ἐστὶ τὸ ἐπιτήδευμα ζηλούντων ἀρετήν, οὐ τοῖς ἐπὶ ταύτῃ τιμωμένοις φθονούντων. εἶτα μεγίστας δίδοτ ἐκ παντὸς τοῦ χρόνου δωρεὰς τοῖς τοὺς γυμνικοὺς νικῶσιν ἀγῶνας τοὺς στεφανίτας, καὶ οὐχ ὅτι τῇ φύσει τούτων ὀλίγοις μέτεστιν ἐφθονήσατε τοῖς ἔχουσιν, οὐδ ̓ ἐλάττους ἐνείματε τὰς τιμὰς διὰ ταῦτα. πρὸς δὲ τούτοις τοιούτοις οὖσιν οὐδεὶς πώποτε τὴν πόλιν ἡμῶν εὖ ποιῶν δοκεῖ νικῆσαι, τοσαύτας ὑπερβολὰς τῶν δωρεῶν, αἷς 142 ἀντ ̓ εὖ ποιεῖ, παρέσχηται. ἔστι τοίνυν πάντα ταῦτ ̓, ὦ ἄνδρες Αθηναῖοι, δικαιοσύνης, ἀρετῆς, μεγαλοψυχίας ἐπιδείγματα. μὴ τοίνυν, δι ̓ ἃ πάλαι παρὰ πάντα τὸν χρόνον ἡ πόλις εὐδοξεῖ, ταῦτ ̓ ἀνέλητε νῦν, μηδ ̓ ἵνα Λεπτίνης ἰδίᾳ τισίν, οἷς ἀηδῶς ἔχει, ἐπηρεάσῃ, τῆς πόλεως ἀφέλησθε καὶ ὑμῶν αὐτῶν ἣν διὰ παντὸς ἀεὶ τοῦ χρόνου δόξαν κέκτησθε καλήν, μηδ' ὑπολαμβάνετ ̓ εἶναι

τὸν ἀγῶνα τόνδ' ὑπὲρ ἄλλου τινὸς ἢ τοῦ τῆς
πόλεως ἀξιώματος, πότερον αὐτὸ δεῖ σῶν εἶναι
καὶ ὅμοιον τῷ προτέρῳ, ἢ μεθεστάναι καὶ λελυ-
μάνθαι.

Πολλὰ δὲ θαυμάζων Λεπτίνου κατὰ τὸν νόμον 143 ἓν μάλιστα τεθαύμακα πάντων, εἰ κεῖν ̓ ἠγνόηκεν, ὅτι ὥσπερ ἄν, εἴ τις μεγάλας τὰς τιμωρίας τῶν ἀδικημάτων τάττοι, οὐκ ἂν αὐτός γ ̓ ἀδικεῖν παρεσκευάσθαι δόξαι, οὕτως, ἄν τις ἀναιρῇ τὰς τιμὰς τῶν εὐεργεσιῶν, οὐδὲν αὐτὸς ποιεῖν ἀγαθὸν παρεσκευάσθαι δόξει. εἰ μὲν τοίνυν ἠγνόησε ταῦτα (γένοιτο γὰρ ἂν καὶ τοῦτο), αὐτίκα δη5οι λώσει· συγχωρήσεται γὰρ ὑμῖν λῦσαι, περὶ ὧν αὐτὸς ἥμαρτεν. εἰ δὲ φανήσεται σπουδάζων καὶ διατεινόμενος κύριον ποιεῖν τὸν νόμον, ἐγὼ μὲν οὐκ ἔχω πῶς ἐπαινέσω, ψέγειν δ ̓ οὐ βούλομαι. μηδὲν οὖν φιλονείκει, Λεπτίνη, μηδὲ βιάζου 144 τοιοῦτον, δι ̓ οὗ μήτ' αὐτὸς δόξεις βελτίων εἶναι μήθ' οἱ πεισθέντες σοι, ἄλλως τε καὶ γεγενημένου σοι τοῦ ἀγῶνος ἀκινδύνου. διὰ γὰρ τὸ τελευτῆσαι Βάθιππον τὸν τούτου πατέρ ̓ Αψεφίωνος, ὃς αὐτὸν ἔτ ̓ ὄνθ ̓ ὑπεύθυνον ἐγράψατο, ἐξῆλθον οἱ χρόνοι, καὶ νυνὶ περὶ αὐτοῦ τοῦ νόμου πᾶς ἐστιν ὁ λόγος, τούτῳ δ ̓ οὐδείς ἐστι κίνδυνος.

Καίτοι καὶ τοῦτ ̓ ἀκούω σε λέγειν, ὡς ἄρα 145 τρεῖς σέ τινες γραψάμενοι πρότεροι τοῦδε οὐκ ἐπεξῆλθον. εἰ μὲν τοίνυν ἐγκαλῶν αὐτοῖς λέγεις ὅτι σ ̓ οὐ κατέστησαν εἰς κίνδυνον, φιλοκινδυνό τατος πάντων ἀνθρώπων εἶ· εἰ δὲ τεκμήριον ποιεῖ τοῦ τὰ δίκαι ̓ εἰρηκέναι, λίαν εὔηθες ποιεῖς.

146

τί γὰρ εἵνεκα τούτου βελτίων ἔσθ ̓ ὁ νόμος, εἴ
τις ἢ τετελεύτηκε τῶν γραψαμένων πρὶν εἰσελ-
θεῖν, ἢ πεισθεὶς ὑπὸ σοῦ διεγράψατο, ἢ καὶ ὅλως
ὑπὸ σοῦ παρεσκευάσθη; ἀλλὰ ταῦτα μὲν οὐδὲ
λέγειν καλόν.

Ηιρηνται δὲ τῷ νόμῳ σύνδικοι καὶ μάλισθ' οἱ δεινοὶ λέγειν ἄνδρες, Λεωδάμας ̓Αχαρνεὺς καὶ Αριστοφῶν ̔Αζηνιεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων καὶ Δεινίας Ερχιεύς. ἃ δὴ πρὸς τούτους ὑπολαμβάνοιτ' ἂν εἰκότως, ἀκούσατε, καὶ σκοπεῖτ ̓ ἂν ὑμῖν δίκαια φαίνηται. πρῶτον μὲν πρὸς Λεωδάμαντα. οὗτος ἐγράψατο τὴν Χαβρίου δωρεάν, ἐν ᾗ τοῦτ ̓ ἔνεστιν, τὸ τῆς ἀτελείας τῶν ἐκείνῳ τι δοθέντων, καὶ πρὸς ὑμᾶς εἰσελθὼν 502 147 ἡττήθη· οἱ νόμοι δ ̓ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν οὔτε δίκας οὔτ ̓ εὐθύνας οὔτε διαδικασίαν οὔτ ̓ ἄλλο τοιοῦτον οὐδὲν εἶναι. χωρὶς δὲ τούτων ἀτοπώτατον ἂν πάντων συμβαίη, εἰ τότε μὲν τὰ Χαβρίου παρ ̓ ὑμῖν ἔργα μεῖζον ἴσχυεν τῶν Λεωδάμαντος λόγων, ἐπειδὴ δὲ ταῦτά θ ̓ ὑπάρχει καὶ τὰ τῶν ἄλλων εὐεργετῶν προσγέγονεν, τηνικαῦτα σύμπαντα ταῦτ ̓ ἀσθενέστερα τῶν τούτου λόγων γένοιτο. καὶ μὴν πρός γ' Αριστοφῶντα πολλὰ καὶ δίκαι ̓ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρεὰν παρ ̓ ὑμῖν, ἐν ᾗ τοῦτ ̓ ἐνῆν. καὶ οὐ τοῦτ ̓ ἐπιτιμῶ· δεῖ γὰρ ἐφ' ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερ ̓ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλ ̓ ἐκεῖνό γ ̓ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτ ̓ ἔμελλεν ὑπάρχειν λαβόντι μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ

148

« PreviousContinue »