Page images
PDF
EPUB

οὗτος μέν γε οὐκ ἀεὶ συμπαρών. 7. ὕπαρχοι δὲ καὶ σατράπαι καὶ δικασταὶ κάθηνται δύο, Μίνως τε καὶ Ραδάμανθυς οἱ Κρῆτες, ὄντες υἱοὶ τοῦ Διός. οὗτοι δὲ τοὺς μὲν ἀγαθοὺς τῶν ἀνδρῶν καὶ δικαίους καὶ κατ ̓ ἀρετὴν βεβιωκότας, ἐπειδὰν συναλισθῶσι πολλοί, καθά- 5 περ ἐς ἀποικίαν τινὰ πέμπουσιν ἐς τὸ Ηλύσιον πεδίον τῷ ἀρίστῳ βίῳ συνεσομένους. 8. ἂν δέ τινας τῶν πονηρῶν λάβωσι, ταῖς ἐρινύσι παραδόντες ἐς τὸν τῶν ἀσεβῶν χῶρον ἐκπέμπουσι κατὰ λόγον τῆς ἀδικίας κολασθησομένους. ἔνθα δὴ τί τῶν κακῶν οὐ πάσχουσι το στρεβλούμενοί τε καὶ καιόμενοι καὶ ὑπὸ γυπῶν ἐσθιόμενοι καὶ τροχῷ συμπεριφερόμενοι καὶ λίθους ἀνακυλίοντες; ὁ μὲν γὰρ Τάνταλος ἐπ ̓ αὐτῇ τῇ λίμνῃ αὐος ἕστηκε κινδυνεύων ὑπὸ τοῦ δίψους ὁ κακοδαίμων ἀποθανεῖν. 9. οἱ δὲ τοῦ μέσου βίου, πολλοὶ ὄντες οὗτοι, ἐν τῷ 15 λειμῶνι πλανῶνται ἄνευ τῶν σωμάτων σκιαὶ γενόμενοι καὶ ὑπὸ τῇ ἁφῇ καθάπερ καπνὸς ἀφανιζόμενοι. τρέφονται δὲ ἄρα ταῖς παρ' ἡμῶν χοαῖς καὶ τοῖς καθαγιζομένοις ἐπὶ τῶν τάφων· ὡς εἴ τῷ μὴ εἴη καταλελειμμένος ὑπὲρ γῆς φίλος ἢ συγγενής, ἄσιτος οὗτος νεκρὸς καὶ λιμώττων 20 ἐν αὐτοῖς πολιτεύεται. 10. ταῦτα οὕτως ἰσχυρώς περιελήλυθε τοὺς πολλούς, ὥστε ἐπειδάν τις αποθάνῃ τῶν οἰκείων, πρῶτα μὲν φέροντες ὀβολὸν ἐς τὸ στόμα κατέθηκαν αὐτῷ, μισθὸν τῷ πορθμεῖ τῆς ναυτιλίας γενησό μενον, οὐ πρότερον ἐξετάσαντες ὁποῖον τὸ νόμισμα 25 νομίζεται καὶ διαχωρεῖ παρὰ τοῖς κάτω, καὶ εἰ δύναται παρ' ἐκείνοις 'Αττικὸς ἢ Μακεδονικὸς ἢ Αἰγιναῖος ὀβολός, οὐδ ̓ ὅτι πολὺ κάλλιον ἦν μὴ ἔχειν τὰ πορθμεῖα κατα βαλεῖν· οὕτω γὰρ ἂν οὐ παραδεξαμένου τοῦ πορθμέως αναπόμπιμοι πάλιν ἐς τὸν βίον ἀφικνοῦντο. 11. μετὰ 30 ταῦτα δὲ λούσαντες αὐτούς, ὡς οὐχ ἱκανῆς τῆς κάτω

λίμνης λουτρὸν εἶναι τοῖς ἐκεῖ, καὶ μύρῳ τῷ καλλίστῳ χρίσαντες τὸ σῶμα πρὸς δυσωδίαν ἤδη βιαζόμενον καὶ στεφανώσαντες τοῖς ὡραίοις ἄνθεσι προτίθενται λαμπρῶς ἀμφιέσαντες, ἵνα μὴ ῥιγῷεν δῆλον ὅτι παρὰ τὴν ὁδὸν 5 μηδὲ γυμνοὶ βλέποιντο τῷ Κερβέρῳ. 12. οίμωγαὶ δὲ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί· καί που καὶ ἐσθὴς καταρρήγ νυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάττεται καὶ οἱ ζῶντες 1ο οἰκτρότεροι τοῦ νεκροῦ· οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δὲ εὐσχήμων καὶ καλὸς καὶ καθ ̓ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ ἐς πομπὴν κεκοσμημένος. 13. εἶθ ̓ ἡ μήτηρ ἢ καὶ νὴ Δί ̓ ὁ πατὴρ 15 ἐκ μέσων τῶν συγγενῶν προελθὼν καὶ περιχυθεὶς αὐτῷ προκείσθω γάρ τις νέος καὶ καλός, ἵνα καὶ ἀκμαιότερον τὸ ἐπ ̓ αὐτῷ δραμα —φωνὰς ἀλλοκότους καὶ ματαίας ἀφίησι, πρὸς ἃς ὁ νεκρὸς αὐτὸς ἀποκρίναιτ ̓ ἄν, εἰ λάβοι φωνήν φήσει γὰρ ὁ πατὴρ γοερόν τι φθεγγόμενος καὶ 20 παρατείνων ἕκαστον τῶν ὀνομάτων, τέκνον ἥδιστον, οἴχῃ μοι καὶ τέθνηκας καὶ πρὸ ὥρας ἀνηρπάσθης μόνον ἐμὲ τὸν ἄθλιον καταλιπών, οὐ γαμήσας, οὐ παιδοποιησάμενος, οὐ στρατευσάμενος, οὐ γεωργήσας, οὐκ εἰς γῆρας ἐλθών· οὐ κωμάσῃ πάλιν οὐδὲ ἐρασθήσῃ, τέκνον, οὐδὲ ἐν συμποσίοις 25 μετὰ τῶν ἡλικιωτῶν μεθυσθήσῃ. 14. ταῦτα δὲ καὶ τὰ τοιαῦτα φήσει οἰόμενος τὸν υἱὸν δεῖσθαι μὲν ἔτι τούτων καὶ ἐπιθυμεῖν καὶ μετὰ τὴν τελευτήν, οὐ δύνασθαι δὲ μετέχειν αὐτῶν, καίτοι τί ταῦτα φημί; πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ 30 ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν, ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν αὐτῶν

κάτω; 15. ὁ δ ̓ οὖν πρεσβύτης ὁ πενθῶν οὑτωσὶ ταῦτα πάντα ὁπόσα εἴρηκα καὶ ἔτι τούτων πλείονα οὔτε τοῦ παιδὸς ἕνεκα τραγῳδεῖν ἔοικεν—οἶδε γὰρ οὐκ ἀκουσόμε νον οὐδ ̓ ἂν μεῖζον ἐμβοήσῃ τοῦ Στέντορος—οὔτε μὴν αὑτοῦ· φρονεῖν γὰρ οὕτω καὶ γιγνώσκειν ἱκανὸν ἦν καὶ 5 ἄνευ τῆς βοῆς· οὐδεὶς γὰρ δὴ πρὸς ἑαυτὸν δεῖται βοᾶν. λοιπὸν οὖν ἐστιν αὐτὸν τῶν παρόντων ἕνεκα ταῦτα ληρεῖν οὔθ ̓ ὅ τι πέπονθεν αὐτῷ ὁ παῖς εἰδότα οὔθ ̓ ὅποι κεχώρηκε, μᾶλλον δὲ οὐδὲ τὸν βίον αὐτὸν ἐξετάσαντα ὁποῖος ἐστιν· οὐ γὰρ ἂν τὴν ἐξ αὐτοῦ μετάστασιν ὥς το τι τῶν δεινῶν ἐδυσχέραινεν. 16. εἴποι δ ̓ ἂν οὖν πρὸς αὐτὸν ὁ παῖς παραιτησάμενος τὸν Αἰακὸν καὶ τὸν Αιδωνέα πρὸς ὀλίγον τοῦ στομίου ὑπερκῦψαι καὶ τὸν πατέρα παῦσαι ματαιάζοντα, ὦ κακόδαιμον ἄνθρωπε, τί κέκραγας; τί δέ μοι παρέχεις πράγματα; παῦσαι 15 τιλλόμενος τὴν κόμην καὶ τὸ πρόσωπον ἐξ ἐπιπολῆς ἀμύσσων. τί μοι λοιδορῇ καὶ ἄθλιον ἀποκαλεῖς καὶ δύσμορον πολύ σου βελτίω καὶ μακαριώτερον γεγενημέ νον; ἢ τί σοι δεινὸν πάσχειν δοκῶ; ἢ διότι μὴ τοιουτοσί γέρων ἐγενόμην οἷος εἶ σύ, φαλακρὸς μὲν τὴν κεφαλήν, 20 τὴν δὲ ὄψιν ἐρρυτιδωμένος, κυφὸς καὶ τὰ γόνατα νωθής, καὶ ὅλως ὑπὸ τοῦ χρόνου σαθρὸς, πολλὰς τριακάδας καὶ ὀλυμπιάδας ἀνατλήσας, καὶ τὰ τελευταῖα δὴ ταῦτα παραπαίων ἐπὶ τοσούτων μαρτύρων; ὦ μάταιε, τί σοι δοκεῖ χρηστὸν εἶναι περὶ τὸν βίον, οὗ μηκέτι μεθέξομεν ; 25 ἢ τοὺς πότους ἐρεῖς δῆλον ὅτι καὶ τὰ δεῖπνα καὶ ἐσθῆτα καὶ ἀφροδίσια, καὶ δέδιας μὴ τούτων ἐνδεὴς γενόμενος ἀπόλωμαι, ἀγνοεῖς δὲ ὅτι τὸ μὴ διψῆν πολὺ κάλλιον τοῦ πιεῖν καὶ τὸ μὴ πεινὴν τοῦ φαγεῖν καὶ τὸ μὴ ῥιγοῦν τοῦ ἀμπεχόνης εὐπορεῖν; 17. φέρε τοίνυν, ἐπειδὴ ἔοικας 30 ἀγνοεῖν, διδάξομαί σε θρηνεῖν ἀληθέστερον, καὶ δὴ ἀνα

λαβὼν ἐξ ὑπαρχῆς βόα, τέκνον ἄθλιον, οὐκέτι διψήσεις, οὐκέτι πεινήσεις οὐδὲ ῥιγώσεις. οἴχῃ μοι, κακόδαι μον, ἐκφυγὼν τὰς νόσους, οὐ πυρετὸν ἔτι δεδιώς, οὐ πολέμιον, οὐ τύραννον· οὐκ ἔρως σε ανιάσει οὐδὲ 5 συνουσία διαστρέψει οὐδὲ σπαθήσεις ἐπὶ τούτῳ δὲς ἢ τρὶς τῆς ἡμέρας, ὦ τῆς συμφορᾶς. οὐ καταφρονηθήσῃ γέρων γενόμενος οὐδ ̓ ὀχληρὸς ἔσῃ τοῖς νέοις βλεπόμενος. 18. ἂν ταῦτα λέγῃς, ὦ πάτερ, οὐκ οἴει πολὺ ἀληθέστερα καὶ γελοιότερα ἐκείνων ἐρεῖν; ἀλλὰ ὅρα το μὴ τόδε σε ἀνιᾷ καὶ διανοῇ τὸν παρ' ἡμῖν ζόφον καὶ τὸ πολὺ σκότος, κατα δέδιας μή σοι ἀποπνιγῶ κατακλεισθεὶς ἐν τῷ μνήματι. χρὴ δὲ πρὸς ταῦτα λογίζεσθαι ὅτι τῶν ὀφθαλμῶν διασαπέντων ἢ καὶ νή Δία καέντων μετ' ὀλίγον, εἴ γε καύσαί με διεγνώκατε, οὔτε σκότος οὔτε 15 φῶς ὁρᾶν δυνησόμεθα. καὶ ταῦτα μὲν ἴσως μέτρια. 19. τί δέ με ὁ κωκυτὸς ὑμῶν ὀνίνησι καὶ ἡ πρὸς τὸν αὐλὴν αὕτη στερνοτυπία καὶ ἡ τῶν γυναικῶν περὶ τὸν θρῆνον ἀμετρία; τί δὲ ὁ ὑπὲρ τοῦ τάφου λίθος ἐστεφανωμένος ; ἢ τί ὑμῖν δύναται τὸ ἄκρατον ἐπιχεῖν; ἢ νομίζετε 20 καταστάξειν αὐτὸν πρὸς ἡμᾶς καὶ μέχρι τοῦ "Αιδου διίξεσθαι; τὰ μὲν γὰρ ἐπὶ τῶν καθαγισμῶν καὶ αὐτοὶ ὁρᾶτε, οἶμαι, ὡς τὸ μὲν νοστιμώτατον τῶν παρεσκευασμένων ὁ καπνὸς παραλαβὼν ἄνω ἐς τὸν οὐρανὸν οἴχεται μηδέν τι ἡμᾶς ὀνήσας τοὺς κάτω, τὸ δὲ καταλειπόμενον, ἡ κόνις, 25 ἀχρεῖον, ἐκτὸς εἰ μὴ τὴν σποδὸν ἡμᾶς σιτεῖσθαι πεπιστεύ κατε. οὐχ οὕτως ἄσπορος οὐδὲ ἄκαρπος ἡ τοῦ Πλούτωνος ἀρχὴ οὐδ ̓ ἐπιλέλοιπεν ἡμᾶς ὁ ἀσφόδελος, ἵνα παρ ̓ ὑμῶν τὰ σιτία μεταστελλώμεθα. ὥστε μοι νὴ τὴν Τισιφόνην πάλαι δὴ ἐφ ̓ οἷς ἐποιεῖτε καὶ ἐλέγετε παμμέγεθες ἐπῄει 30 ἀνακαγχάσαι, διεκώλυσε δὲ ἡ ὀθόνη καὶ τὰ ἔρια, οἷς μου τὰς σιαγόνας απεσφίγξατε.

20. ὡς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν. πρὸς Διός, ἐὰν λέγῃ ταῦτα ὁ νεκρὸς ἐπιστραφεὶς ἀνακλίνας αὑτὸν ἐπ ̓ ἀγκῶνος, οὐκ ἂν οἴόμεθα δικαιότατ' ἂν αὐτὸν εἰπεῖν; ἀλλ ̓ ὅμως οἱ μάταιοι καὶ βοῶσι καὶ μεταστειλάμενοί τινα θρήνων σοφιστὴν πολλὰς συνει- 5 λοχότα παλαιὰς συμφορὰς τούτῳ συναγωνιστῇ καὶ χορηγῷ τῆς ἀνοίας καταχρῶνται, ὅπῃ ἂν ἐκεῖνος ἐξάρχῃ πρὸς τὸ μέλος ἐπαιάζοντες. 21. καὶ μέχρι μὲν θρήνων ὁ αὐτὸς ἅπασι νόμος τῆς ἀβελτερίας· τὸ δ ̓ ἀπὸ τούτων διελόμενοι κατὰ ἔθνη τὰς ταφὰς ὁ μὲν "Ελλην το ἔκαυσεν, ὁ δὲ Πέρσης ἔθαψεν, ὁ δὲ Ἰνδὸς ὑάλῳ περιχρίει, ὁ δὲ Σκύθης κατεσθίει, ταριχεύει δὲ ὁ Αἰγύπτιος· οὗτος μέν γε—λέγω δ' ἰδών—ξηράνας τὸν νεκρὸν σύνδειπνον καὶ συμπίτην ἐποιήσατο· πολλάκις δὲ καὶ δεομένῳ χρημάτων ἀνδρὶ Αἰγυπτίῳ ἔλυσε τὴν ἀπορίαν ἐνέχυρον ἢ 15 ὁ ἀδελφὸς ἢ ὁ πατὴρ ἐν καιρῷ γενόμενος. 22. χώματα μὲν γὰρ καὶ πυραμίδες καὶ στῆλαι καὶ ἐπιγράμματα πρὸς ὀλίγον διαρκοῦντα πῶς οὐ περιττὰ καὶ παιδιαῖς προσεοικότα; 23. καίτοι καὶ ἀγῶνας ἔνιοι διέθεσαν καὶ λόγους ἐπιταφίους εἶπον ἐπὶ τῶν μνημάτων ὥσπερ συναγορεύον- 20 τες ἢ μαρτυροῦντες παρὰ τοῖς κάτω δικασταῖς τῷ νεκρῷ. 24. ἐπὶ πᾶσι τούτοις τὸ περίδειπνον, καὶ πάρεισιν οἱ προσήκοντες καὶ τοὺς γονέας παραμυθοῦνται τοῦ τετελευτηκότος καὶ πείθουσι γεύσασθαι οὐκ ἀηδῶς μὲ Δί' οὐδ ̓ αὐτοὺς ἀναγκαζομένους, ἀλλὰ ἤδη ὑπὸ λιμοῦ τριῶν 25 ἑξῆς ἡμερῶν ἀπηυδηκότας. καί, μέχρι μὲν τίνος, ὦ οὗτος, ὀδυρόμεθα; ἔασον ἀναπαύσασθαι τοὺς τοῦ μα καρίτου δαίμονας· εἰ δὲ καὶ τὸ παράπαν κλάειν διέγνωκας, αὐτοῦ γε τούτου ἕνεκα χρὴ μὴ ἀπόσιτον εἶναι, ἵνα καὶ διαρκέσῃς πρὸς τοῦ πένθους τὸ μέγεθος. τότε δὴ τότε 30 ῥαψωδοῦνται πρὸς ἁπάντων δύο τοῦ Ὁμήρου στίχοι

« PreviousContinue »